Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων. ἡ Σαμιακὴ λαύρα στενωπὴ ἦν παρὰ Σαμίοις, ἐν ᾖ τὰ πέμματα ἐπιπράσκετο. τὰ δὲ Σαμίων ἄνθη τόπος, ἐν ᾧ συνῄεσαν αἱ γυναῖκες τοῖς ἀνδράσι συνευωχησόμεναι. διὰ ταύτην τὴν τρυφὴν οἱ Σάμιοι τοῖς Πέρσαις ἐδουλώθησαν.

Ἡ Σκυθῶν ῥῆσις: πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι, κλαίειν αὐτόν. ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων.

Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων. τὰ γὰρ πολυτελῇ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλος ἐκαλεῖτο.

Λευκηπατίας: φασὶ συμβαίνειν τι ἐπὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. εἴρηται οὖν ἐπὶ τῶν τοιούτων.

Ἀκκώ: αὕτη γέγονεν ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων, ἦν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι.

Ἀεὶ κολοιὸς πὰρ κολοιὸν ἱζάνει: διὰ τὸ φιλάλληλον τοῦ ζώου.

Κινήσω τὸν ἀφ’ ἱερᾶς: ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων τέτακται. * * δὲ ἀπὸ τῶν πεττευόντων· περὶ τούτοις κυκειόν † τις ψῆφος οἷον ἱερὴ καὶ ἀκίνητος τεῶν νομιζομένη.

Τιθωνοῦ γῆρας: ἐπὶ πολυχρονίων καὶ ὑπεργήρων. ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγάνετο.

Οἰταῖος δαίμων: οὗτος ὁ δαίμων ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.

Ἐπὶ βωμόν: εἴρηται ἀπὸ τῶν θυομένων πρὸς τοῖς βωμοῖς.

Φωκαέων ἀρά: οἱ Φωκαεῖς τῆς αὑτῶν ἐκπεσόντες γῆς ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν.

Φασηλειτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων. φασὶ γὰρ τοὺς Φασηλείτας ταρίχους τοῖς θεοῖς θύειν.

Καρικὸν θῦμα: ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων. οἱ γὰρ Κᾶρες κύνας ἱερουργοῦσι.

Εὔρυμνος: οὗτος πειρώμενος διαβάλλειν Κάστορα πρὸς τὸν Πολυδεύκην, ἔδωκεν αὐτοῖς τὴν μεγίστην δίκην.

Δειλαιότερος εἶ τοῦ παρακύπτοντος: φοβούμενός τις τὸν Ἡρακλέα κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανεν. ἐντετύπωται ἐν τῷ λίθῳ ἀνθρωποειδὴς εἰκὼν, καὶ τὴν κεφαλὴν ὑπερέχει τοῦ σπηλαίου· καλεῖται δὲ παρακύπτων.

Ἐν πέντε κριτῶν γόνασι κεῖται: τὸ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς.

Βοιωτίων νόμος: ἐπὶ τῶν τὰς ἀρχὰς ἠρεμαίως ἐχόντων, αὖθις δὲ σφοδρῶς ἐπιγιγνομένων.

Ἁρπαγὰ Κοτυττίοις: Κοτύττια ἑορτή τις ἐστὶ Σικελικὴ, ἐν ᾗ περί τινας κλάδους ἐξάπτοντες πόπανα καὶ ἀκρόδρυα ἐπέτραπον ἁρπάζειν.

Μέγα στόμα ἐνιαυτοῦ: οἱονεὶ πολλὴ παῤῥησία πάντων, εὐφορίας γενομένης.

Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀσυκοφαντήτως τὰ πράγματα ἐπιτελούντων, ἐπειδὴ ὁ Ἡρακλῆς ἦγε καὶ ἔφερε τὰ ἀλλότρια.