Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. Ἀμαία γὰρ ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη.

Ὁ Λέσβιος πρύλις: αὕτη καθ’ ὁμοίωσιν λέγεται, ὥςπερ Λέσβιος πρύλις. δοκεῖ δὲ ὁ Πρύλις Ἑρμοῦ παῖς γενέσθαι καὶ μάντις.

Ἁ φιλοχρηματία τὰν Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. μετήνεγκται ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις. ἔχρησε γὰρ ὁ θεὸς, τότε ἀπολέσθαι ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν.

Ἡ ἐν Ἄργει ἀσπίς: οἱ ἐν Ἄργει οἱ τὴν ἐν

τοῖς παισὶν ὥραν καθαρὰν καὶ ἀδιάφθορον φυλάξαντες, ἀναλαβόντες χρυσῆν ἀσπίδα προπομπεύουσι, τοῦτο γέρας ἔχοντες κατά τι νόμιμον ἀρχαῖον.

Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα· ὡς εἴ τις διὰ γλαυκότητα τῶν ὀφθαλμῶν τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλλοι.

Ἑστίᾳ θύεις: ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἑστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας.

Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: φασὶν, ἐν Θήβαις ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. ὅθεν τὸ, ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται.

Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν ἅπαντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κτηθεῖν· ἐνὶ † τῇ χώρᾳ περιϊδών τινα βουκόλον, ᾔτει τροφήν· ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.

Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω τινὸς χαλεποῦ πράγματα κατορθούντων. ὁ γὰρ Δωδωναῖος προεῖπε Λακεδαιμονίοις πολεμοῦσι πρὸς Ἀρκάδας, μάχην ἄδακρυν ἔσεσθαι· συμβαλόντες δὲ μετὰ ταῦτα ἐνίκησαν μηδενὸς ἀποθανόντος.

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ, καθ’ ἑαυτούς. Ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.

Ἐν Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων. οἱ γὰρ καταβαίνοντες ἐς Τροφωνίου λέγουσι τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. ὁ γὰρ Τροφώνιος ἔχων τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενος ὑπὸ τοῦ Αὐγέου, εὐξάμενος εἰς χάσμα ἐνέπεσεν, οὗ δὴ καὶ μαντεῖον ἐγένετο.

Φὰλλος τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ οἰκεῖα πρόςφορα· ἐπεὶ τῷ Διονύσῳ ἵστατο ὁ φάλλος.

Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει.

Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας. οἱ γὰρ Λακεδαιμόνιοι τοὺς καταφυγόντας εἰς Ταίναρον τῶν Εἱλώτων ἀπαγαγόντες ἀπέκτειναν.

Πιτάνη εἰμί: κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων. τῇ γὰρ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα.

Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.

Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: Ἐφέσιοι κρητίνας ἐκτήσαντο τὰς Μαγνήτων· ἀπεπέρασε δέ σφιν Μάνδρης ὁ Μανδρολύτου παρ’ οἶνον καὶ μέθην καὶ κύβην.

Πολυκράτης μητέρα νέμει: Πολυκράτης ὁ Σάμιος

τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων, ὅτι Μητέρα σοι ταύτην δίδωμι.

Ἀττικὸς πάροικος: οἱ Ἀθηναῖοι τοὺς παροικοῦντας αὐτοῖς καὶ γειτνιάζοντας ἐξέβαλλον. ἢ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων.

Εἰς Μασσαλίαν πλεύσειας: οἱ Μασσαλιῶται θηλύτερον ἕξων, καὶ στολαῖς ποικίλαις καὶ ποδήρεσι χρώμενοι, ἔτι δὲ τὰς κόμας μεμυρισμένας ἀναδεδεμένοι, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονοῦντες.