Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἐκ δὲ τῶν Ἐπικούρου λόγων καὶ δογμάτων οὐ λέγω τίς τυραννοκτόνος ἢ τίς ἀριστεὺς ἢ τίς νομοθέτης ἢ τίς ἄρχων ἢ βασιλέως σύμβουλος ἢ δήμου προστάτης ἢ βεβασανισμένος ὑπὲρ τῶν δικαίων ἢ τεθνηκώς· ἀλλὰ τίς τῶν σοφῶν ἔπλευσεν ὑπὲρ τῆς πατρίδος, ἐπρέσβευσεν, ἀνήλωσε ποῦ γέγραπται πολιτικὴ πρᾶξις ὑμῖν. καίτοι ὅτι Μητρόδωρος εἰς Πειραιᾶ κατέβη σταδίους τεσσαράκοντα Μιθρῇ τινι Σύρῳ τῶν βασιλικῶν συνειλημμένῳ βοηθήσων, πρὸς πάντας ἐγράφετο καὶ πάσας, πάσαις ἐπιστολαῖς μεγαληγοροῦντος Ἐπικούρου καὶ σεμνύνοντος ἐκείνην τὴν ὁδόν. τί οὖν εἴ τι τοιοῦτον ἐπέπρακτο αὐτοῖς οἷον Ἀριστοτέλει, τὴν πατρίδα κτίσαι διεφθαρμένην ὑπὸ Φιλίππου, Θεοφράστῳ δὲ δὶς ἐλευθερῶσαι τυραννουμένην; οὐκ ἐπιλιπεῖν ἔδει πρότερον φέροντα βύβλους τὸν Νεῖλον ἢ τούτους ἀποκαμεῖν γράφοντας περὶ αὑτῶν; καὶ οὐ τοῦτο δεινόν ἐστι, ὅτι τοσούτων ὄντων φιλοσόφων μόνοι σχεδὸν ἀσύμβολοι τῶν ἐν ταῖς πόλεσιν ἀγαθῶν κοινωνοῦσιν ἀλλʼ ὅτι καὶ τραγῳδιῶν ποιηταὶ καὶ κωμῳδιῶν ἀεί τι πειρῶνται χρήσιμον παρέχεσθαι καὶ λέγειν ὑπὲρ νόμων καὶ πολιτείας· οὗτοι δέ, κἂν γράφωσι, γράφουσι περὶ πολιτείας ἵνα μὴ πολιτευώμεθα, καὶ περὶ ῥητορικῆς ἵνα μὴ ῥητορεύωμεν, καὶ περὶ βασιλείας ἵνα φεύγωμεν τὸ συμβιοῦν

βασιλεῦσι τοὺς δὲ πολιτικοὺς ἄνδρας ἐπὶ γέλωτι καὶ καταλύσει τῆς δόξης ὀνομάζουσιν, ὡς τὸν Ἐπαμεινώνδαν ἐσχηκέναι τι λέγοντες ἀγαθὸν καὶ τοῦτο δὲ μικκόν, οὑτωσὶ τῷ ῥήματι φράζοντες, αὐτὸν δὲ σιδηροῦν σπλάγχνον ἀποκαλοῦντες καὶ πυνθανόμενοι τί παθὼν ἐβάδιζε διὰ τῆς Πελοποννήσου μέσης καὶ οὐ πιλίδιον ἔχων οἴκοι καθῆτο δηλαδὴ περὶ τὴν τῆς γαστρὸς ἐπιμέλειαν ὅλος καθεστώς ἃ δὲ Μητρόδωρος ἐν τῷ περὶ Φιλοσοφίας ἐξορχούμενος πολιτείαν γέγραφεν οὐκ ᾤμην δεῖν παρεῖναι λέγει δέ, ὅτι τῶν σοφῶν τινες ὑπὸ δαψιλείας τύφου οὕτω καλῶς συνεῖδον τοὔργον αὐτῆς, ὥστʼ οἴχονται φερόμενοι πρὸς τὰς αὐτὰς Λυκούργῳ καὶ Σόλωνι ἐπιθυμίας κατὰ τοὺς περὶ βίων λόγους καὶ ἀρετῆς. τῦφος οὖν ἦν καὶ δαψίλεια τύφου τὸ ἐλευθέρας εἶναι τὰς Ἀθήνας καὶ τήν Σπάρτην εὐνομεῖσθαι καὶ τοὺς νέους μὴ θρασύνεσθαι, μηδʼ ἐξ ἑταιρῶν παιδοποιεῖσθαι μηδὲ πλοῦτον καὶ τρυφὴν καὶ ἀσέλγειαν ἄρχειν ἀλλὰ νόμον καὶ δικαιοσύνην ἐν ταῖς πόλεσιν αὗται γὰρ ἦσαν ἐπιθυμίαι Σόλωνος. καὶ λοιδορῶν ὁ Μητρόδωρος ἐπιλέγει τοῖς εἰρημένοις διὸ καὶ καλῶς ἔχει τὸν ἐλεύθερον ὡς ἀληθῶς γέλωτα γελάσαι ἐπί τε δὴ πᾶσιν ἀνθρώποις καὶ ἐπὶ τοῖς Λυκούργοις τούτοις καὶ Σόλωσιν. ἀλλʼ οὐκ
ἐλεύθερος οὗτος, ὦ Μητρόδωρ, ἐστὶν ἀλλʼ ἀνελεύθερος καὶ ἀνάγωγος, καὶ οὐδὲ μάστιγος ἐλευθέρας δεόμενος, ἀλλὰ τῆς ἀστραγαλωτῆς ἐκείνης, ᾗ τοὺς Γάλλους πλημμελοῦντας ἐν τοῖς Μητρῴοις κολάζουσιν.

ὅτι δʼ οὐ νομοθέταις ἀλλὰ νόμοις ἐπολέμουν, ἔξεστιν ἀκούειν Ἐπικούρου· ἐρωτᾷ γὰρ αὑτὸν ἐν ταῖς Διαπορίαις εἰ πράξει τινὰ ὁ σοφός, ὧν οἱ νόμοι ἀπαγορεύουσιν, εἰδὼς ὅτι λήσει· καὶ ἀποκρίνεται οὐκ εὔοδον τὸ ἁπλοῦν ἐστι κατηγόρημα, τουτέστι πράξω μὲν οὐ βούλομαι δʼ ὁμολογεῖν. πάλιν δέ, οἶμαι, γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφʼ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν εἴπερ οὖν οἱ νόμους καὶ πολιτείας ἀναιροῦντες τὸν βίον ἀναιροῦσι τὸν ἀνθρώπινον, Ἐπίκουρος δὲ καὶ Μητρόδωρος τοῦτο ποιοῦσι, τοὺς μὲν συνήθεις ἀποτρέποντες τοῦ τὰ κοινὰ πράττειν τοῖς δὲ πράττουσιν ἀπεχθανόμενοι τοὺς δὲ πρώτους καὶ σοφωτάτους τῶν νομοθετῶν κακῶς λέγοντες τῶν δὲ νόμων παρακελευόμενοι περιφρονεῖν, ἐὰν μὴ προσῇ φόβος πληγῆς καὶ κολάσεως· οὐκ οἶδα τί τηλικοῦτο κατέψευσται τῶν ἄλλων ὁ Κωλώτης, ἡλίκον ἀληθῶς τῶν Ἐπικούρου λόγων καὶ δογμάτων κατηγόρηκεν.