Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

οὐδεὶς οὖν ἔπαινος ἄξιος ἂν γένοιτο τῶν ἐπὶ ταῦτα τὰ πάθη τὰ θηριώδη νόμους θεμένων καὶ πολιτείας καὶ ἀρχὰς καὶ νόμων διάταξιν. ἀλλὰ τίνες εἰσὶν οἱ ταῦτα συγχέοντες καὶ καταλύοντες καὶ ἄρδην ἀναιροῦντες; οὐχ οἱ πολιτείας ἀφιστάντες αὑτοὺς καὶ τοὺς πλησιάζοντας; οὐχ οἱ τὸν τῆς ἀταραξίας στέφανον ἀσύμβλητον εἶναι ταῖς μεγάλαις ἡγεμονίαις λέγοντες; οὐχ οἱ τὸ βασιλεύειν ἁμαρτίαν καὶ διάπτωσιν ἀποφαίνοντες καὶ γράφοντες αὐταῖς λέξεσιν, ὅτι λέγειν δεῖ, πῶς τις ἄριστα τὸ τῆς φύσεως τέλος συντηρήσει καὶ πῶς τις ἑκὼν εἶναι μὴ πρόσεισιν ἐξ ἀρχῆς ἐπὶ τὰς τῶν πληθῶν ἀρχάς· καὶ ἔτι ταῦτα πρὸς ἐκείνοις οὐδὲν οὖν ἔτι δεῖ τοὺς Ἕλληνας σῴζειν οὐδʼ ἐπὶ σοφίᾳ στεφάνου παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ σαρκὶ καὶ κεχαρισμένως; ἀλλὰ μὴν ἧς γε καὶ Κωλώτης ἐπαινεῖ διατάξεως τῶν νόμων πρῶτόν ἐστιν ἡ περὶ θεῶν δόξα καὶ μέγιστον, καὶ Λυκοῦργος Λακεδαιμονίους καὶ Νομᾶς Ῥωμαίους καὶ Ἴων ὁ παλαιὸς Ἀθηναίους

καὶ Δευκαλίων Ἕλληνας ὁμοῦ τι πάντας καθωσίωσαν, εὐχαῖς καὶ ὅρκοις καὶ μαντεύμασι καὶ φήμαις; ἐμπαθεῖς πρὸς τὰ θεῖα διʼ ἐλπίδων ἅμα καὶ φόβων καταστήσαντες. εὕροις δʼ ἂν ἐπιὼν πόλεις ἀτειχίστους, ἀγραμμάτους, ἀβασιλεύτους, ἀοίκους, ἀχρημάτους, νομίσματος μὴ δεομένας, ἀπείρους θεάτρων καὶ γυμνασίων ἀνιέρου δὲ πόλεως καὶ ἀθέου, μὴ χρωμένης εὐχαῖς μηδʼ ὅρκοις μηδὲ μαντείαις μηδὲ θυσίαις ἐπʼ ἀγαθοῖς μηδʼ ἀποτροπαῖς κακῶν οὐδεὶς ἐστιν οὐδʼ ἔσται γεγονὼς θεατής· ἀλλὰ πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς; ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι. τοῦτο μέντοι τὸ συνεκτικὸν ἁπάσης κοινωνίας καὶ νομοθεσίας ἔρεισμα καὶ βάθρον οὐ κύκλῳ περιιόντες οὐδὲ κρύφα καὶ διʼ αἰνιγμάτων, ἀλλὰ τὴν πρώτην τῶν κυριωτάτων δοξῶν προσβαλόντες εὐθὺς ἀνατρέπουσιν. εἶθʼ ὥσπερ ὑπὸ ποινῆς ἐλαυνόμενοι δεινὰ ποιεῖν ὁμολογοῦσι, συγχέοντες τὰ νόμιμα καὶ τὰς διατάξεις τῶν νόμων ἀναιροῦντες, ἵνα μηδὲ συγγνώμης τύχωσι. τὸ μὲν γὰρ ἁμαρτάνειν περὶ δόξαν, εἰ καὶ μὴ σοφῶν, ὅμως ἀνθρώπινόν ἐστι· τὸ δʼ ἐγκαλεῖν ἑτέροις ἅπερ αὐτοὶ πράττουσι πῶς ἄν τις εἴποι, φειδόμενος τῶν ἀξίων ὀνομάτων;

εἰ γὰρ πρὸς Ἀντίδωρον ἢ Βίωνα τὸν

σο· φιστὴν γράφων ἐμνήσθη νόμων καὶ πολιτείας καὶ διατάξεως, οὐκ ἄν τις εἶπεν αὐτῷ
μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις
περιστέλλων τὸ σαρκίδιον ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δʼ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δημόκριτος μὲν παραινεῖ τήν τε πολιτικήν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίγνεται τοῖς; ἀνθρώποις. Παρμενίδης δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις. Ἐμπεδοκλῆς δὲ τούς τε πρώτους τῶν πολιτῶν ὑβρίζοντας καὶ διαφοροῦντας τὰ κοινὰ ἐξέβαλεν ἐξελέγξας τήν τε χώραν ἀπήλλαξεν ἀκαρπίας καὶ λοιμοῦ, διασφάγας ὄρους ἀποτειχίσας, διʼ ὧν ὁ νότος εἰς τὸ πεδίον ὑπερέβαλλε. Σωκράτης δέ, μετὰ τὴν καταδίκην φυγῆς αὐτῷ μεμηχανημένης ὑπὸ τῶν φίλων, οὐκ ἐχρήσατο, τοὺς νόμους βεβαιῶν, ἀλλʼ ἀδίκως ἀποθανεῖν εἵλετο μᾶλλον ἢ σωθῆναι παρανόμως. Μέλισσος δὲ τῆς πατρίδος στρατηγῶν Ἀθηναίους κατεναυμάχησε. Πλάτων δὲ καλοὺς; μὲν ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις ἀφʼ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη
διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. Ἐπίκουρος μὲν γὰρ εἰς Ἀσίαν ἐξέπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, καὶ τῆς βασιλικῆς ἐξελῶντας αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὤν· καὶ ταῦτʼ ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀριστώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορμίωνα, Μενέδημον δὲ Πυρραίοις. Εὔδοξος δὲ Κνιδίοις καὶ Ἀριστοτέλης Σταγειρίταις, Πλάτωνος ὄντες συνήθεις, νόμους ἔγραψαν· παρὰ δὲ,Ξενοκράτους Ἀλέξανδρος ὑποθήκας ᾔτησε περὶ βασιλείας· ὁ δὲ πεμφθεὶς πρὸς Ἀλέξανδρον ὑπὸ τῶν ἐν Ἀσίᾳ κατοικούντων Ἑλλήνων καὶ μάλιστα διακαύσας καὶ παροξύνας ἅψασθαι τοῦ πρὸς τοὺς βαρβάρους πολέμου Δήλιος ἦν Ἐφέσιος, ἑταῖρος Πλάτωνος. Ζήνων τοίνυν ὁ Παρμενίδου γνώριμος ἐπιθέμενος Δημύλῳ τῷ τυράννῳ καὶ δυστυχήσας περὶ τὴν πρᾶξιν ἐν πυρὶ τὸν Παρμενίδου λόγον ὥσπερ χρυσὸν ἀκήρατον καὶ δόκιμον παρέσχε καὶ ἀπέδειξεν ἔργοις, ὅτι τὸ αἰσχρὸν ἀνδρὶ μεγάλῳ φοβερόν ἐστιν, ἀλγηδόνα δὲ παῖδες καὶ γύναια καὶ γυναίων ψυχὰς ἔχοντες ἄνδρες δεδίασι· τὴν γὰρ γλῶτταν αὑτοῦ διατραγὼν τῷ τυράννῳ προσέπτυσεν.