Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

καὶ πρὸς ταῦτα μὲν οὐκ ἀποκαμοῦνται μαχόμενοι καὶ βιαζόμενοι πάντας ἀνθρώπους, ἀγαθὸν μὲν ἡγεῖσθαι τὴν τῶν κακῶν ἀποφυγήν, κακὸν δὲ μηκέτι νομίζειν τὴν τῶν ἀγαθῶν στέρησιν· ἐκεῖνο

δʼ ὁμολογοῦσι, τὸ μηδεμίαν ἐλπίδα μηδὲ χαρὰν ἔχειν τὸν θάνατον ἀλλʼ ἀποκεκόφθαι πᾶν τὸ ἡδὺ καὶ τἀγαθόν· ἐν ᾧ χρόνῳ πολλὰ καλὰ καὶ μεγάλα καὶ θεῖα προσδοκῶσιν οἱ τὰς ψυχὰς ἀνωλέθρους εἶναι διανοούμενοι καὶ ἀφθάρτους, ἢ μακράς τινας χρόνων περιόδους νῦν μὲν ἐν γῇ νῦν δʼ ἐν οὐρανῷ περιπολούσας, ἄχρι οὗ συνδιαλυθῶσι τῷ κόσμῳ, μεθʼ ἡλίου καὶ σελήνης εἰς πῦρ νοερὸν ἀναφθεῖσαι. τοιαύτην χώραν ἡδονῶν τοσούτων Ἐπίκουρος ἐκτέμνεται, καὶ ἐπὶ ταῖς ἐκ θεῶν ἐλπίσιν ὥσπερ εἴρηται καὶ χάρισιν ἀναιρεθείσαις τοῦ θεωρητικοῦ τὸ φιλομαθὲς καὶ τοῦ πρακτικοῦ τὸ φιλότιμον ἀποτυφλώσας εἰς στενόν τι κομιδῇ καὶ οὐδὲ καθαρὸν τὸ ἐπὶ τῇ σαρκὶ τῆς ψυχῆς χαῖρον συνέστειλε καὶ κατέβαλε τὴν φύσιν, ὡς μεῖζον ἀγαθὸν τοῦ τὸ κακὸν φεύγειν οὐδὲν ἔχουσαν.