Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐ μὴν ἀλλὰ καὶ λέγουσιν αὑτοῖς κακῶν ἀπαύστων καὶ ἀορίστων λυθεῖσαν ὑποψίαν ἀγαθὸν βεβαιότατον καὶ ἣδιστον ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι· καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπίδος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβαλεῖν; ἀγαθὸν μὲν γὰρ οὐδετέροις ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον· ὧν δʼ ἀφαιρεῖ τὰ τοῦ βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι παραμύθιον ὥσπερ ἀποδιδράσκοντες· καὶ τοὐναντίον, οἷς ἐξ, ἀγαθῶν εἰς τὸ μηδὲν ἡ μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλʼ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι· τὸ γὰρ οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ· καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπʼ αὐτοῦ καὶ μηδʼ ὣς δυσομένους. ὅθεν οὐδʼ ὁ Κέρβερος οὔθʼ
ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλʼ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ δὲ τὸν αἰῶνα μὴ εἶναι κατʼ Ἐπίκουρον. εἰ γάρ ἐστι πέρας τῷ εἶναι τὸ μὴ εἶναι, τοῦτο δʼ ἀπέραντον καὶ ἀμετάστατον, εὕρηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις, ἀναισθησίαν μηδέποτε παυσομένην. καὶ σοφώτερος Ἡρόδοτος εἰπὼν ὡς ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ ὢν φαίνεται · καὶ μάλιστα τοῖς εὐδαιμονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομένοις ὧν στερήσονται. τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταγάγοι ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς, ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον; εἰ δὲ δὴ καὶ μετʼ ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἴεται, τοῖς πλείστοις ἀπόλλυσθαι συμβαίνει; παντάπασιν ἀπαρηγόρητὸς ἐστιν ὁ τοῦ θανάτου φόβος, εἰς ἀγαθῶν στέρησιν διὰ κακῶν ἄγοντος