Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γιγνόμενα παρὰ τῶν θεῶν· τὸ δὲ γίγνεσθαι διὰ τῶν θεῶν ταῦτʼ αὐτὰ μεγάλην ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον καὶ φρόνημα καὶ χαρὰν οἷον αὐγὴν ἐπιγελῶσαν τοῖς ἀγαθοῖς. οἱ δʼ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλʼ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς, τὴν διάλυσιν καὶ τὴν ἀναισθησίαν, ἀποβλέπουσιν ὥσπερ εἴ τις ἐν πελάγει καὶ χειμῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν

ναῦν ἔχειν κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς ἀφίξεσθαι ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς· οὐδὲν δʼ ὅμως εἶναι δεινόν, ἀλλʼ ὅσον οὐδέπω καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβήσεσθαι ταχὺ πρὸς τὰς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλλουσιν· ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν διʼ εὐσέβειαν; τετύφωσαι· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτʼ ὀργαῖς οὔτε χάρισι συνέχεται. βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν βίον ἐπινοεῖς; ἐξηπάτησαι· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ τὸ δʼ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. πῶς οὖν, ἄνθρωπε, φαγεῖν με καὶ χαίρειν κελεύεις; ὅτι νὴ Δία χειμαζομένῳ τὸ ναυάγιον ἐγγύς ἐστιν· ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συνάψει θανάτῳ. καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης διαλυθείσης ἐπʼ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας
ἔκβασις οὔπη φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε
τῇ ψυχῇ, ἀλλʼ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ σώματος· ὥσθʼ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν,
ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.