Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

καὶ μὴν μετά γε τοὺς πονηροὺς καὶ τοὺς πολλοὺς; τρίτον ἤδη σκεψώμεθα, τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον γένος ἐν ἡλίκαις εἰσὶν ἡδοναῖς, καθαραῖς περὶ θεοῦ δόξαις συνόντες, ὡς πάντων μὲν ἡγεμὼν ἀγαθῶν πάντων δὲ πατὴρ καλῶν ἐκεῖνός ἐστι, καὶ φαῦλον οὐδὲν αὐτῷ ποιεῖν θέμις ὥσπερ οὐδὲ πάσχειν. ἀγαθὸς γάρ ἐστιν, ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνος, οὔτε φόβος οὔτε ὀργὴ οὔτʼ μῖσος· οὐδὲ γὰρ θερμοῦ τὸ ψύχειν ἀλλὰ τὸ θερμαίνειν, ὥσπερ οὐδʼ ἀγαθοῦ τὸ βλάπτειν· ὀργὴ,δὲ χάριτος καὶ χόλος εὐμενείας καὶ τοῦ φιλανθρώπου καὶ φιλόφρονος τὸ δυσμενὲς; καὶ ταρακτικὸν ἀπωτάτω τῇ φύσει τέτακται· τὰ μὲν γὰρ ἀρετῆς καὶ δυνάμεως τὰ δʼ ἀσθενείας ἐστὶ καὶ φαυλότητος. οὐ τοίνυν ὀργαῖς καὶ χάρισι συνέχεται τὸ θεῖον ἅμα, ὅτι χαρίζεσθαι καὶ βοηθεῖν πέφυκεν,

ὀργίζεσθαι δὲ καὶ κακῶς ποιεῖν οὐ πέφυκεν· ἀλλʼ ὁ μὲν μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῶν δʼ ἄλλων θεῶν ὁ μέν ἐστιν Ἐπιδώτης ὁ δὲ Μειλίχιος ὁ δʼ Ἀλεξίκακος, ὁ δʼ Ἀπόλλων
κατεκρίθη θνατοῖς ἀγανώτατος ἔμμεν
ὡς; Πίνδαρός φησι. πάντα δὲ τῶν θεῶν κατὰ τὸν Διογένην, καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί· καὶ τὸν θεοφιλῆ μή τι εὖ πράττειν ἢ θεοφιλῆ μὴ εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνατόν ἐστιν. ἆρά γε δίκης ἑτέρας οἴεσθε δεῖσθαι τοὺς ἀναιροῦντας τὴν πρόνοιαν καὶ οὐχ ἱκανὴν ἔχειν ἐκκόπτοντας ἑαυτῶν ἡδονὴν καὶ χαρὰν τοσαύτην, ὅση πάρεστι τοῖς οὕτω διακειμένοις πρὸς τὸ δαιμόνιον ἡμῖν; ἢ τῷ μὲν Ἐπικούρῳ καὶ Μητρόδωρος καὶ Πολύαινος καὶ Ἀριστόβουλος ἐκθάρσημα καὶ γῆθος ἦσαν, ὧν τοὺς πλείστους θεραπεύων νοσοῦντας ἢ καταθρηνῶν ἀποθνήσκοντας διετέλεσε· Λυκοῦργος δʼ ὑπὸ τῆς Πυθίας προσαγορευθεὶς
Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι
καὶ Σωκράτης οἰόμενος αὑτῷ διαλέγεσθαι τὸ δαιμόνιον ὑπʼ εὐμενείας, καὶ Πίνδαρος ἀκούων ὑπὸ τοῦ Πανὸς ᾄδεσθαί τι μέλος ὧν αὐτὸς ἐποίησε μετρίως ἔχαιρεν; ἢ Φορμίων τοὺς Διοσκόρους ἢ τὸν Ἀσκληπιὸν Σοφοκλῆς ξενίζειν αὐτός τε πειθόμενος καὶ τῶν ἄλλων οὕτως ἐχόντων διὰ τὴν γενομένην ἐπιφάνειαν; ἃ δʼ Ἑρμογένης ἐφρόνει περὶ τῶν θεῶν, ἄξιόν ἐστιν αὐτοῖς ὀνόμασι διαμνημονεῦσαι· οὗτοι γάρ φησὶν οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοί, οὕτω μοι φίλοι εἰσίν, ὡς διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθʼ ἡμέρας οὔθʼ ὅποι ἂν ὁρμῶμαι οὔθʼ ὅ τι ἂν μέλλω πράττειν διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσι, πέμποντες ἀγγέλους, φήμας καὶ ἐνύπνια καὶ οἰωνούς.