Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδονὰς ὥσπερ ἀενάους ἐκτρέποντες οὗτοι καὶ ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας αὐτοῖς· ἀλλὰ τοὺς μὲν ἐπαραμένους τὰ ἀκάτια φεύγειν ἀπʼ αὐτῶν κελεύουσι· Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι δέονται διʼ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώσῃ τὴν ἐλευθέριον καλουμένην παιδείαν Ἀπελλῆν δέ τινα θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτήρησε· περὶ δὲ τῆς ἱστορίας, ἵνα τὴν ἄλλην ἀνηκοΐαν ἐάσω, παραθήσομαι μόνα τὰ Μητροδώρου, γράφοντος ἐν τοῖς περὶ Ποιημάτων ὅθεν μηδʼ εἰδέναι φάσκων, μεθʼ ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς Ὁμήρου ποιήσεως, ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς. ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε τὸν Ἐπίκουρον· διαπορεῖ γοῦν, εἰ γέρων ὁ σοφὸς ὢν καὶ μὴ δυνάμενος πλησιάζειν ἔτι ταῖς τῶν καλῶν ἁφαῖς χαίρει καὶ

ψηλαφήσεσιν οὐ ταὐτὰ μὲν τῷ Σοφοκλεῖ διανοούμενος, ἀσμένως ἐκφυγόντι τὴν ἡδονὴν ταύτην, ὥσπερ ἄγριον καὶ λυττῶντα δεσπότην ἀλλʼ ἔδει γε τοὺς ἀπολαυστικούς, ὁρῶντας ὅτι πολλὰς ἀφαυαίνει τῶν ἡδονῶν τὸ γῆρας
ἣ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται
κατʼ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς, ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρατιθεμένους· εἶτʼ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς. οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀλλʼ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες, τῆς δʼ ἄλλης αὐτῶν πραγματείας ἀτερποῦς καὶ ξηρᾶς, ὥσπερ αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὔσης, ἣδεσθαι πάντως ἐθέλοντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος, αἰσχρὰ καὶ ἄωρα πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμιμνήσκοντες ἑαυτοὺς καὶ χρώμενοι ταῖς παλαιαῖς ἀπορίᾳ προσφάτων ὥσπερ τεταριχευμέναις, καὶ νεκρὰς ἄλλας δὴ πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κινοῦντες παρὰ φύσιν καὶ
ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.