Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἀλλὰ ταῦτα --- τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δʼ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐδενὸς τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾅδων

  1. μουσομανεῖ δʼ ἐλᾷ φρὴν δακέτῳ ποτὶ δειράν,
  2. εὔχομαι δʼ ἔκ τε λύρας ἔκ τε νόμων,
  3. οὓς Θαμύρας περίαλλα μουσοποιεῖ
καὶ νὴ Δίʼ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδʼ ἀποδόσθαι τοὔργον· τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν· καὶ Ἀπολλώνιον καὶ Ἀρίσταρχον, ἑτέρων τοιούτων εὑρετὰς; γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσι; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ τῶν ὀπτανείων καὶ ματρυλείων ἡδονὰς ἐκείνας; παραβάλλοντας ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας
  1. ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
  2. οὔτʼ ἦλθέ πω σίδηρος·
ἀλλʼ αὗται μὲν εἰσιν ὡς ἀληθῶς ἀκήρατοι νομαὶ μελισσῶν, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ
φιλήδονον· οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδʼ εὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν. Εὔδοξος δʼ εὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι· καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·
  1. ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
  2. κεῖν’ ἐφʼ ὅτῳ λαμπρὴν ἤγετο βουθυσίην.
εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν; εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δʼ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν εὕρηκα, καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω βέβρωκα βοῶντος οὔτʼ ἐρωτικοῦ πεφίληκα, μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφʼ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας· Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει
καὶ Ἱππάρχῳ συνενθουσιῶμεν καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα διʼ ἄγνοιαν καὶ ἀπειρίαν ὅμως; βίᾳ ὑπὸ χάριτος αὐξάνεται.