De communibus notitiis adversus Stoicos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΔΙΑΔΟΥΜ. σκόπει δὲ μικρὸν ἀνωτέρω ἀναγαγὼν ἑαυτόν. ἕν τι τῶν παρὰ τὰς ἐννοίας λεγομένων ἐστὶ τὸ

μηδένα φαῦλον ὠφελεῖσθαι
καίτοι παιδευόμενοὶ γε πολλοὶ προκόπτουσι καὶ δουλεύοντες ἐλευθεροῦνται καὶ πολιορκούμενοι σῴζονται καὶ πληρούμενοι χειραγωγοῦνται καὶ θεραπεύονται νοσοῦντες
ἀλλʼ οὐκ ὠφελοῦνται τούτων τυγχάνοντες οὐδʼ πάσχουσιν οὐδʼ εὐεργέτας ἔχουσιν οὐδʼ εὐεργετῶν ἀμελοῦσιν
οὐδʼ τοίνυν οὐδʼ ἀχαριστοῦσιν οἱ φαῦλοι καὶ μὴν οὐδʼ οἱ νοῦν ἔχοντες. ἀνύπαρκτον οὖν ἐστι. τὸ ἀχάριστον οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. ὅρα δὴ τί πρὸς ταῦτα λέγουσιν· ὅτι
ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν
καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ φαῦλοι τυγχάνουσιν
εἶθʼ οἷς χάριτος μέτεστι, τούτοις οὐ μέτεστι χρείας; ὅπου δὲ διατείνει χάρις, ἐκεῖ χρήσιμον οὐδέν ἐστιν οὐδʼ οἰκεῖον; ἄλλο δὲ τί ποιεῖ τὴν ὑπουργίαν χάριν ἢ τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα;

ΛΑΜΠΡ. Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδʼ ὄνομα λείπουσιν αὐτῆς τοῖς μὴ σοφοῖς.

ΔΙΑΔΟΥΜ. . ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δʼ Ἀριστοτέλης, ἐλήρει δὲ,Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δʼ ὑπὸ γονέων ὠφελεῖσθαι δʼ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι. καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρήσιμοι ὦσι καὶ ὠφέλιμοι, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι καὶ κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ

πλούτου διοίγων θάλαμον ἥδιστον χερί·
τὸ δʼ ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ἀλλὰ καὶ καταγέλαστόν ἐστιν. ὁ οὖν Ὀδυσσεύς, εἰ τὸν δεσμὸν ἐκεῖνον ἐκμαθὼν παρὰ τῆς Κίρκης, κατεσημαίνετο διʼ αὐτοῦ μὴ τὰ παρʼ Ἀλκινόου δῶρα, τρίποδας καὶ λέβητας καὶ εἵματα καὶ χρυσὸν ἀλλὰ συρφετόν τινα καὶ λίθους καὶ --- συναγαγὼν τὴν περὶ ταῦτα πραγματείαν καὶ κτῆσιν αὐτῶν καὶ τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ κενόσπουδον ἐπιμέλειαν; ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δʼ οὐδὲν ἀλλʼ ἐκλογὴ καὶ τήρησις ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον· εἶθʼ ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον· οὕτως ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται
τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλʼ ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας. τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται, λέγοντα
  1. χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον
  2. ῥιπτεῖν, καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων
οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν· ἀλλʼ αὐτοί γε ταὐτὰ πεζῷ λόγῳ παρακελεύονται καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ κατὰ πετρῶν ῥιπτεῖν ἑαυτόν· ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδʼ ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας.

ΔΙΑΔΟΥΜ.

πόθεν οὖν
φησὶν
ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν;
πόθεν δʼ Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος; ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων λαμβάνουσιν ἀρχάς; οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν, ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ
φύσιν; ἀλλʼ ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες αὐτοῖς ἐνεργοῦσαν, οἰκείως χρωμένην ἑκάστῳ, τέλειον ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο συμπληροῦν βίον καὶ συμπεραίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν ὁμολογίαν ἀποδιδόντες. οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ καταφερόμενοι πάλιν ἐπʼ αὐτὴν ἐταράττοντο, ταὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετὰ καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ., ἀνωφελῆ μὲν εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες· ἀλλʼ οἷος ὁ λόγος, τοιοῦτος ἦν ὁ βίος τῶν ἀνδρῶν ἐκείνων, ἃ ἔπραττον οἷς ἔλεγον οἰκεῖα καὶ σύμφωνα παρεχόντων. ἡ δὲ τούτων αἵρεσις, ὥσπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνή
  1. τῇ μὲν ὕδωρ ἐφόρει
  2. δολοφρονέουσα χειρὶ τἡτέρῃ δὲ πῦρ,
τοῖς μὲν προσάγεται τὴν φύσιν τοῖς δʼ ἀπωθεῖται δόγμασι μᾶλλον δὲ τοῖς μὲν ἔργοις καὶ τοῖς πράγμασιν ὡς αἱρετῶν καὶ ἀγαθῶν ἔχονται τῶν κατὰ φύσιν, τοῖς δʼ ὀνόμασι καὶ τοῖς ῥήμασιν ἀδιάφορα καὶ ἄχρηστα καὶ ἀρρεπῆ πρὸς εὐδαιμονίαν ἀναίνονται καὶ προπηλακίζουσιν.

ΔΙΑΔΟΥΜ. ἐπεὶ δὲ καθόλου τἀγαθὸν ἅπαντες ἄνθρωποι χαρτὸν νοοῦσιν εὐκταῖν εὐτυχὲς ἀξίαν ἔχον

τὴν μεγίστην αὔταρκες ἀπροσδεές , ὅρα τὸ τούτων παρατιθεὶς ἀγαθόν, ἆρά γε χαρτὸν ποιεῖ τὸ φρονίμως τὸν δάκτυλον προτεῖναι; τί δʼ; εὐκταῖόν ἐστι φρονίμη στρέβλωσις; εὐτυχεῖ δʼ ὁ κατακρημνίζων ἑαυτὸν εὐλόγως; ἀξίαν δʼ ἔχει τὴν μεγίστην, ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι; τέλειον δὲ καὶ αὔταρκές ἐστιν, οὗ παρόντος, ἂν μὴ τυγχάνωσι τῶν ἀδιαφόρων, οὐχ ὑπομένουσιν οὐδὲ βούλονται ζῆν; γέγονε δʼ ἕτερος λόγος, ὑφʼ οὗ μᾶλλον ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος αὐτοῦ καὶ ἀποσπῶντος ἐννοίας ὥσπερ τέκνα, νόθας δὲ προσβάλλοντος ἑτέρας θηριώδεις καὶ ἀλλοκότους καὶ ταύτας ἀντʼ ἐκείνων ἐκτιθηνεῖσθαι καὶ στέργειν ἀναγκάζοντος· καὶ ταῦτα ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, αἱρετῶν τε καὶ φευκτῶν, οἰκείων τε καὶ ἀλλοτρίων, ἃ μᾶλλον ἔδει θερμῶν τε καὶ ψυχρῶν λευκῶν τε καὶ μελάνων σαφεστέραν ἔχειν τὴν ἐνάργειαν ἐκείνων μὲν γὰρ ἔξωθὲν εἰσιν αἱ φαντασίαι ταῖς αἰσθήσεσιν ἐπεισόδιοι, ταῦτα δʼ ἐκ τῶν ἀγαθῶν τῶν ἐν ἡμῖν σύμφυτον ἔχει τὴν γένεσιν; οἱ δʼ ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δʼ ἐποίησαν.

ΔΙΑΔΟΥΜ. καὶ μὴν ὅτι δυεῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπʼ οὐδενὸς ἀγνοεῖται. γιγνώσκει δὲ

καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν. τῷ τρίτῳ περὶ Ἀγαθῶν τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ, καὶ τίθησιν --- ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλʼ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν. ὅταν οὖν αὖθις, ὦ φίλε, μηδὲν ἀγαθὸν λέγωσι μηδενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδʼ ἔλαττον ἀλλʼ ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυεῖν κακοῖν ὑφʼ οὗ μὲν γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφʼ οὗ γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας· μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν. ἀλλʼ ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας δʼ οὐ ποιοῦσιν. ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης· καὶ γὰρ ἄλλων ἕνεκα τὴν ἐκεῖ τοῦ ἀνδρὸς εὑρησιλογίαν ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν.

ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι· δύο τέλη καὶ σκοποὺς προκεῖσθαι τοῦ βίου, καὶ μὴ πάντων, ὅσα πράττομεν, ἐφʼ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι τέλος, ἐπʼ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δʼ αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδʼ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλʼ οὗ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δʼ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλʼ ὥσπερ ὕλη τις ὑπόκειται τὴν

ἐκλεκτικὴν ἀξίαν ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν.

ΛΑΜΠΡ. Ἀνδρικῶς; μὲν ἀπομεμνημόνευκας καὶ ὃ λέγουσι καὶ ὡς λέγουσι.

ΔΙΑΔΟΥΜ. . σκόπει δʼ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν τὸ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια ληροῦσι τῷ λέγοντι

δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα
μᾶλλον δʼ ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν· ἃ δʼ
οὗτοι λέγουσι τὴν πᾶσαν ἔχει τῶν πραγμάτων ἀνατροπὴν καὶ σύγχυσιν
οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ πέττειν τὴν τροφὴν ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως
ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς · ὑγιείας τὸν ἐλλέβορον. τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν; τί γὰρ διαφέρει τοῦ λέγοντος γεγονέναι τὴν ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας, ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ· χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας μᾶλλον τὴν μὲν οὐδʼ ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ ἔφεσιν ἀποφαίνων τέλος τῆς τεύξεως, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν;
τῇ γὰρ ἐφέσει νὴ Δία τὸ εὐλογίστως καὶ τὸ φρονίμως πρόσεστι
πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν εἰ μή, τὸ εὐλόγιστον αὐτῆς; ἀφαιρεῖται, πάντα ποιούσης ἕνεκα τσῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.

ΔΙΑΔΟΥΜ. ἐπεὶ δʼ ἐνταῦθα λόγου γεγόναμεν, τί ἂν φαίης μᾶλλον εἶναι παρὰ τὴν ἔννοιαν ἢ τὸ μὴ λαβόντας ἔννοιαν ἀγαθοῦ μηδὲ σχόντας, ἐφίεσθαι

τἀγαθοῦ καὶ διώκειν; ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην μᾶλλον συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων οὐ διδόντων τὴν πρὸς τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι τἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τἀγαθοῦ νοηθέντος, ἄλλο δʼ οὐδὲν ἀλλʼ αὐτὴ μόνον τάγαθόν ἐστιν. ἴθι δὲ καὶ σκόπει τὴν ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην δʼ ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν αὑτὴν ἀγαθὸν νοηθῆναι. εἰ γὰρ τἀγαθοῦ χωρὶς οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν. ἀλλʼ ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίγνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ προεννοήσαντας.

ΛΑΜΠΡ. τί οὖν ἀγαθόν ἐστιν;

ΔΙΑΔΟΥΜ. οὐδὲν ἀλλʼ ἢ φρόνησις.

ΛΑΜΠΡ. Τί δʼ ἡ φρόνησις;

ΔΙΑΔΟΥΜ. . οὐδὲν ἀλλʼ ἢ ἀγαθῶν ἐπιστήμη.

ΛΑΜΠΡ. Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται. τὴν γὰρ ὑπέρου περιτροπήν, ἵνα μὴ σκώπτειν δοκῇς, ἔασον· καίτοι τὸν γε λόγον αὐτῶν ὅμοιον ἐκείνῳ πάθος κατείληφε. φαίνεται γὰρ εἰς τὴν τἀγαθοῦ νόησιν αὐτὴν νοῆσαι δεόμενος φρόνησιν τὴν δʼ αὖ φρόνησιν ἐν τῇ περὶ τἀγαθὸν ζητῶν νοήσει, καὶ πρὸ τῆς ἑτέρας ἀναγκαζόμενος ἀεὶ τὴν ἑτέραν διώκειν, ἀπολειπόμενος δʼ ἑκατέρας τῷ τὸ πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου.

ΔΙΑΔΟΥΜ. . καὶ κατʼ ἄλλον δὲ τρόπον ἔστι τὴν οὐκέτι διαστροφὴν ἀλλʼ ἐκστροφὴν αὐτῶν τοῦ λόγου καὶ ἀπαγωγὴν τελέως εἰς τὸ μηδὲν καταμαθεῖν. οὐσίαν τἀγαθοῦ τίθενται τὴν εὐλόγιστον ἐκλογὴν τῶν κατὰ φύσιν· ἐκλογὴ δʼ οὐκ ἔστιν εὐλόγιστος ἡ μὴ πρός τι γενομένη τέλος, ὡς προείρηται. τί οὖν τοῦτʼ ἐστίν; οὐδὲν ἄλλο, φασίν, ἢ τὸ εὐλογιστεῖν ἐν ταῖς τῶν κατὰ φύσιν ἐκλογαῖς. πρῶτον μὲν οὖν οἴχεται καὶ διαπέφευγεν ἡ ἔννοια τἀγαθοῦ τὸ γὰρ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς σύμπτωμα δήπουθέν ἐστι, γιγνόμενον ἀπὸ ἕξεως τῆς εὐλογιστίας· διὸ ταύτην μὲν ἀπὸ τοῦ τέλους, τὸ τέλος δʼ οὐκ ἄνευ ταύτης ἀναγκαζόμενοι νοεῖν, ἀπολειπόμεθα τῆς ἀμφοῖν νοήσεως. ἔπειτα, ὃ μεῖζὸν ἐστι, τῷ μὲν δικαιοτάτῳ λόγῳ τὴν εὐλόγιστον

ἐκλογὴν ἀγαθῶν ἔδει καὶ ὠφελίμων καὶ συνεργῶν πρὸς τὸ τέλος ἐκλογὴν εἶναι· τὸ γὰρ ἐκλέγεσθαι τὰ μήτε συμφέροντα μήτε τίμια μήθʼ ὅλως αἱρετὰ πῶς εὐλόγιστόν ἐστιν; ἔστω γάρ, ὡς αὐτοὶ λέγουσιν, εὐλόγιστος; ἐκλογὴ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐδαιμονεῖν ὅρα τοίνυν, ὡς εἰς πάγκαλόν τι καὶ σεμνὸν αὐτοῖς ὁ λόγος ἐξήκει κεφάλαιον. ἔστι γάρ, ὡς ἔοικε, τέλος κατʼ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν τῇ ἐκλογῇ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν.

ΛΑΜΠΡ. Ἀλλʼ οὑτωσὶ μὲν ἀκούοντι τῶν ὀνομάτων ἀλλόκοτόν τι φαίνεται δεινῶς, ὦ ἑταῖρε, τὸ φραζόμενον· ἔτι δὲ δέομαι μαθεῖν πῶς τοῦτο συμβαίνει.

ΔΙΑΔΟΥΜ. Προσεκτέον οὖν σοι μᾶλλον. οὐ γὰρ τοῦ τυχόντος ἐστὶν αἴνιγμα συνιέναι ἄκουε δὴ καὶ ἀποκρίνου. ἆρʼ οὖν τέλος ἐστὶ κατʼ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν κατὰ φύσιν;

ΛΑΜΠΡ. Λέγουσιν οὕτως.

ΔΙΑΔΟΥΜ. Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ἢ ὡς ἀξίας τινὰς ἔχοντα ἢ προαγωγὰς --- τοῦτο πρὸς τὸ τέλος ἢ πρὸς ἕτερόν τι τῶν ὄντων;

ΛΑΜΠΡ. Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος.

ΔΙΑΔΟΥΜ. . ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ

εὐλογιστεῖν· ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτʼ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων. ἀλλὰ τοῦτο μὲν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας.

ΔΙΑΔΟΥΜ. τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν.

αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γʼ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτʼ ἐρᾶσθαι μήτʼ ἀξιέραστον εἶναι.
καὶ οὐ τοῦτό πω δεινόν, ἀλλὰ καὶ
τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων
καὶ τίς ἔρωτα γιγνώσκει τοιοῦτον, ὃς ἅμα σώματος μοχθηρίᾳ ψυχῆς βλαπτομένου συνέχεται καὶ γίγνεται, κάλλους; δʼ ἅμα φρονήσει μετὰ δικαιοσύνης καὶ σωφροσύνης ἐγγιγνομένου, κατασβέννυται καὶ ἀπομαραίνεται; οὓς μηδὲν οἴομαι τῶν κωνώπων διαφέρειν χαίρουσι γὰρ λάμπῃ καὶ ὄξει, τὸν δὲ πότιμον καὶ χρηστὸν οἶνον ἀποπετόμενοι φεύγουσιν. ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο
κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ἔπειτα κομιδῇ παρὰ τὴν ἔννοιάν ἐστιν ἀξιέραστον εἶναι τὸν αἰσχρόν, ὅτι μέλλει ποτὲ καὶ προσδοκᾶται κάλλος ἕξειν· κτησάμενον δὲ τοῦτο,καὶ γενόμενον καλὸν κἁγαθὸν ὑπὸ μηδενὸς ἐρᾶσθαι.

ΛΑΜΠΡ. Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.

ΔΙΑΔΟΥΜ.[*](An erroneous section 5 appears in print here.) Εἶθʼ ὦ βέλτιστε, πράττομεν ἄλλο νῦν ἢ τὴν αἵρεσιν αὐτῶν ἐλέγχομεν, οὔτε πιθανοῖς πράγμασιν οὔθʼ ὡμιλημένοις ὀνόμασι τὰς κοινὰς; ἐκστρέφουσαν ἡμῶν καὶ παραβιαζομένην ἐννοίας; οὐδεὶς; γὰρ ἦν ὁ κωλύων τὴν περὶ τοὺς νέους τῶν σοφῶν σπουδήν, εἰ πάθος αὐτῇ μὴ πρόσεστι, θήραν ἢ φιλοπαιδείαν προσαγορευομένην· ἔρωτα δʼ ἔδει καλεῖν ὃν πάντες ἄνθρωποι καὶ πᾶσαι νοοῦσι καὶ ὀνομάζουσι, οἶον τό

πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι
καί
  1. οὐ γὰρ πώποτὲ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
  2. θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.

ΔΙΑΔΟΥΜ. εἰς τοιαῦτα μέντοι πράγματα τὸν ἠθικὸν λόγον ἐκβάλλοντες

ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ
εὐτελίζουσι καὶ διασύρουσιν, ὡς δὴ μόνοι τὴν φύσιν καὶ συνήθειαν ὀρθοῦντες ᾗ χρὴ καὶ καθιστάντες τὸν λόγον, ὃς ἅμʼ ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον. ἡ δὲ συνήθεια τῆς διαλεκτικῆς διέραμα γενομένη χρηστὸν μὲν οὐδὲν οὐδʼ ὑγιὲς ἀπολέλαυκεν, ἀλλʼ ὥσπερ ἀκοὴ νοσώδης ὑπὸ κενῶν ἤχων δυσηκοΐας καὶ ἀσαφείας ἐμπέπλησται περὶ ἧς αὖθις ἑτέραν ἀρχὴν λαβόντες, εἰ βούλει, διαλεξόμεθα. νυνὶ δὲ τὸν φυσικὸν αὐτῶν λόγον, οὐχ ἧττον τοῦ περὶ τελῶν διαταράττοντα τὰς κοινὰς προλήψεις, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις ἐπιδράμωμεν.

ΔΙΑΔΟΥΜ. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιὰν ἐστιν εἶναι μέν τι μὴ ὂν δʼ εἶναι, καὶ εἶναι μὲν οὐκ ὄντα δʼ εἶναι, λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν

οὔτʼ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. ἀλλʼ οὐδʼ ἐν τόπῳ ἔσται· σῶμα γὰρ δήπου τὸ ἐπέχον τόπον, οὐ σῶμα δὲ τὸ πᾶν, ὥστʼ οὐδαμοῦ τὸ πᾶν. καὶ μὴν ᾧ τὸν αὐτὸν ἐπέχειν τόπον συμβέβηκε, τοῦτο τὸ μένον· ὥστʼ οὐ μένει τὸ πᾶν οὐ γὰρ ἐπέχει τόπον. ἀλλʼ οὐδὲ κινεῖται πρῶτον ὅτι καὶ τῷ κινουμένῳ τόπου δεῖ καὶ χώρας ὑποκειμένης, ἔπειθʼ ὅτι τὸ κινούμενον ἢ αὑτὸ κινεῖν ἢ ὑφʼ ἑτέρου πάσχειν πέφυκε· τὸ μὲν οὖν ὑφʼ ἑαυτοῦ κινούμενον ἔχει τινὰς νεύσεις ἐξ ἑαυτοῦ καὶ ῥοπὰς κατὰ βάρος ἢ κουφότητα κουφότης δὲ καὶ βάρος ἤτοι σχέσεις τινὲς ἢ δυνάμεις εἰσὶν ἢ διαφοραὶ πάντως σώματος τὸ δὲ πᾶν οὐ σῶμά ἐστιν· ὥστʼ ἀνάγκη μήτε βαρὺ μήτε κοῦφον εἶναι τὸ πᾶν μηδʼ ἔχειν ἐξ ἑαυτοῦ κινήσεως ἀρχήν. ἀλλὰ μὴν οὐδʼ ὑφʼ ἑτέρου κινήσεται τὸ πᾶν· ἕτερον γὰρ οὐδέν ἐστι τοῦ παντός· ὥστʼ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον. ὅλως δέ, ἐπεὶ τὸ λέγειν σῶμα τὸ πᾶν μηδʼ δέον ἐστὶ κατʼ αὐτούς, σῶμα δʼ οὐρανὸς καὶ γῆ
καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι καὶ λίθοι τὸ μὴ ὂν σῶμα σώματα μέρη ἕξει καὶ τοῦ μὴ ὄντος μέρη ὄντα ἔσται καὶ τὸ μὴ βαρὺ χρήσεται βαρέσι μορίοις καὶ κούφοις τὸ μὴ κοῦφον ὧν οὐδʼ ὀνείρατα λαβεῖν μᾶλλον ἔστι παρὰ τὰς κοινὰς ἐννοίας. καὶ μὴν οὕτως οὐδὲν ἐναργές ἐστι καὶ τῶν κοινῶν ἐχόμενον ἐννοιῶν ὡς τό, εἴ τι μὴ ἔμψυχόν ἐστιν, ἐκεῖνο ἄψυχον εἶναι· καὶ πάλιν, εἴ τι μὴ ἄψυχον, ἐκεῖνο ἔμψυχον εἶναι· καὶ ταύτην οὖν ἀνατρέπουσι τὴν ἐνάργειαν, οὕτω τὸ πᾶν ὁμολογοῦντες μήτʼ ἔμψυχον εἶναι μήτʼ ἄψυχον. ἄνευ δὲ τούτων, ἀτελὲς μὲν οὐδεὶς νοεῖ τὸ πᾶν, οὗ γε δὴ μηδὲν μέρος ἄπεστιν οὗτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπʼ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατʼ αὐτούς, ὃ μήτʼ ἀτελὲς; μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔτʼ ὅλον, ὡς αὐτοὶ λέγουσι· τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν διʼ ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτʼ ἄλλου τὸ πᾶν ἀλλʼ οὐδʼ ἑαυτοῦ ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται. φέρε τοίνυν πάντας ἀνθρώπους ἐρωτᾶσθαι, τί νοοῦσι τὸ μηδὲν καί τίνα τοῦ ἐπίνοιαν λαμβάνουσιν ἆρʼ, οὐκ ἂν εἴποιεν, ὡς τὸ μήτʼ, αἴτιον ὑπάρχον μήτʼ, αἴτιον
ἔχον μήθʼ ὅλον μήτε μέρος μήτε τέλειον μήτʼ ἀτελὲς μήτʼ ἔμψυχον μήτʼ ἄψυχον μήτε κινούμενον μήτε μένον που μήθʼ ὑπάρχον μήτε σῶμα μήτʼ ἀσώματον; τοῦτο καὶ οὐκ ἄλλο τι τὸ οὐδέν ἐστιν. ὅταν οὖν ὅσα πάντες οἱ λοιποὶ τοῦ μηδενός, οὗτοι μόνοι τοῦ παντὸς κατηγοροῦσι, ταὐτὸν ὡς ἔοικε φαίνονται τῷ μηδενὶ τὸ πᾶν ποιοῦντες. οὐδὲν οὖν ἔτι δεῖ λέγειν τὸν χρόνον, τὸ κατηγόρημα, τὸ ἀξίωμα, τὸ συνημμένον, τὸ συμπεπλεγμένον οἷς χρῶνται μὲν μάλιστα τῶν φιλοσόφων, ὄντα δʼ οὐ λέγουσιν εἶναι. καίτοι τὸ γʼ ἀληθὲς; ὂν μὴ εἶναι μηδʼ ὑπάρχειν, ἀλλὰ καταλαμβάνεσθαι καὶ καταληπτὸν εἶναι καὶ πιστὸν ᾧ τῆς οὐσίας; τοῦ ὄντος μὴ μέτεστι, πῶς οὖν οὐ πᾶσαν ἀτοπίαν ὑπερβέβληκεν;

ΔΙΑΔΟΥΜ. ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων. ἐπεὶ τοίνυν

Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δʼ ἐκ πάντα τέτυκται
ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν ἐννοίας, εἴ τι ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, μεθέντας γʼ ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον.
  1. οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλʼ ἀεί ποτε
  2. ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη.
οἱ δʼ ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, ὡς ἁπλῶς εἰπεῖν, ἔννοιαν ὑγιᾶ καὶ ἀκέραιον ἀπολελοίπασι. τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; ἢ τί ἐν ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα
καί
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀν̔θρὡπων
καὶ τὸ
  1. κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι
  2. πόνων τʼ ἄπειροι, βαρυβόαν
  3. πορθμὸν πεφευγότες Ἀχέροντος;
καὶ ἴσως ἐντύχοι τις ἂν ἔθνεσι βαρβάροις καὶ ἀγρίοις θεὸν μὴ νοοῦσι, θεὸν δὲ νοῶν μὴ νοῶν δʼ ἄφθαρτον μηδʼ ἀίδιον, ἄνθρωπος; οὐδὲ εἷς γέγονεν. οἱ γοῦν ἄθεοι προσαγορευθέντες οὗτοι, Θεόδωροι καὶ Διαγόραι καὶ Ἵππωνες, οὐκ ἐτόλμησαν εἰπεῖν τὸ θεῖον ὅτι φθαρτόν ἐστιν, ἀλλʼ οὐκ ἐπίστευσαν
ὡς ἔστι τι ἄφθαρτον τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανὸν τὴν γῆν τὸν ἀέρα τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον ἀσθενείᾳ γάρ τινι καὶ τὸ μεταβάλλον εἰς ἕτερον φθείρεται καὶ τὸ τοῖς ἄλλοις εἰς ἑαυτὸ φθειρομένοις τρεφόμενον σῴζεται. ταῦτα δʼ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν παρὰ τὴν ἔννοιαν, ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι μᾶλλον δʼ οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἢ γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς· ἢ γὰρ ἀθάνατον εἶναι
φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε θνητὸν εἶναι μήτε ἀθάνατον. ὧν οὐκ ἔστιν οὐδὲ πλάττοντας ἐξεπίτηδες ἕτερα παρὰ τὴν κοινὴν ἔννοιαν ὑπερβάλλειν τὴν ἀτοπίαν· λέγω δὲ τοὺς ἄλλους· ἐπεὶ τούτοις γε τῶν ἀτοπωτάτων οὐδὲν ἄρρητον οὐδʼ ἀνεπιχείρητόν ἐστι παρειμένον. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει, λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιῶσαι πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτὸν ἀλλʼ ὅτι --- οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντὲς τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἔστι τὸ σπεύδειν ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.

ΔΙΑΔΟΥΜ. καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν πραγμάτων

ἰοὺ, ἰού, φεῦ, φεῦ
βοῶντες, ὡς συγχέοντα τὴν τῶν θεῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας·
οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν·
ὅπερ ἀληθές ἐστιν. εἰ δʼ ἀναιροῦσι τὴν περὶ θεοῦ πρόληψιν οἱ μὴ
ἀπολείποντες πρόνοιαν, τί ποιοῦσιν οἱ προνοεῖν μὲν ἡμῶν τοὺς θεοὺς λέγοντες μὴ ὠφελεῖν δʼ ἡμᾶς μηδʼ
ἀγαθῶν εἶναι δωτῆρας
ἀλλʼ ἀδιαφόρων, ἀρετὴν μὲν μὴ διδόντας πλοῦτον δὲ καὶ ὑγίειαν καὶ τέκνων γενέσεις καὶ τὰ τοιαῦτα διδόντας, ὧν οὐδὲν ὠφέλιμον οὐδὲ λυσιτελὲς οὐδʼ αἱρετὸν οὐδὲ συμφέρον ἐστίν; ἢ ἐκεῖνοι μὲν οὐκ ἀναιροῦσι τὰς περὶ θεῶν ἐννοίας, οὗτοι δὲ καὶ περιυβρίζουσι καὶ χλευάζουσιν, Ἐπικάρπιόν τινα θεὸν εἶναι λέγοντες καὶ Γενέθλιον καὶ Παιᾶνα καὶ Μαντικόν, οὐκ ὄντος ἀγαθοῦ τῆς ὑγιείας καὶ τῆς γενέσεως οὐδὲ τῆς πολυκαρπίας ἀλλʼ ἀδιαφόρων καὶ ἀνωφελῶν τοῖς λαμβάνουσι;

ΔΙΑΔΟΥΜ. τὸ τρίτον τοίνυν τῆς περὶ θεῶν ἐννοίας ἐστὶ μηδενὶ τοσοῦτον τοὺς θεοὺς τῶν ἀνθρώπων διαφέρειν, ὅσον εὐδαιμονίᾳ καὶ ἀρετῇ διαφέρουσιν. ἀλλὰ κατὰ Χρύσιππον οὐδὲ τοῦτο περίεστιν αὐτοῖς

ἀρετῇ τε γὰρ οὐχ ὑπερέχειν τὸν Δία τοῦ Δίωνος ὠφελεῖσθαὶ θʼ ὁμοίως ὑπʼ ἀλλήλων τὸν Δία καὶ τὸν Δίωνα, σοφοὺς ὄντας, ὅταν ἕτερος θατέρου τυγχάνῃ κινουμένου
τοῦτο γάρ ἐστιν ὃ καὶ παρὰ θεῶν ἀνθρώποις ἀγαθὸν ὑπάρχει καὶ θεοῖς παρʼ ἀνθρώπων, σοφῶν κινουμένου, ἄλλο δʼ οὔκ. ἀρετῇ δὲ μὴ ἀπολειπόμενον ἄνθρωπον οὐδὲν ἀποδεῖν εὐδαιμονίας λέγουσιν, ἀλλʼ ἐπίσης εἶναι μακάριον τῷ Διὶ τῷ σωτῆρι τὸν ἀτυχῆ, διὰ νόσους καὶ πηρώσεις
σώματος ἐξάγοντα τοῦ ζῆν ἑαυτόν, εἴπερ εἴη σοφός. ἔστι δʼ οὗτος οὐδαμοῦ γῆς οὐδὲ γέγονεν· ἄπλετοι δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες ἐπʼ ἄκρον ἐν τῇ τοῦ Διὸς πολιτείᾳ καὶ ἀρχῇ τὴν ἀρίστην ἐχούσῃ διοίκησιν. καίτοι τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν ἤ, τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος, ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν; εἰ γοῦν, ὃ μηδὲ θέμις ἐστὶν εἰπεῖν, ἐθελήσειε μὴ Σωτὴρ μηδὲ Μειλίχιος εἶναι μηδʼ Ἀλεξίκακος, ἀλλὰ τἀναντία τῶν καλῶν τούτων προσηγοριῶν, οὐδὲν ἔστι προσθεῖναι τοῖς οὖσι κακὸν οὔτʼ εἰς πλῆθος οὔτʼ εἰς μέγεθος ὡς οὗτοι λέγουσι, πάντων ἀνθρώπων ἐπʼ ἄκρον ἀθλίως καὶ μοχθηρῶς βιούντων καὶ μηδὲ τῆς κακίας ἐπίδοσιν μηδʼ ὑπερβολὴν τῆς κακοδαιμονίας δεχομένης.

ΔΙΑΔΟΥΜ. οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς

  1. ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν
  2. τὰ λίαν ἀγαθὰ
δυσκολαίνουσι. τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν.
οὐ γὰρ ἥ γʼ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε.
κινεῖ δʼ αὐτὴν ὁ λόγος ἐνυπάρχων
καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν. ὥστʼ ἀνάγκη τὸ κακόν, εἰ μὲν διʼ οὐδέν, ἐκ τοῦ μὴ ὄντος· εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν. καὶ γὰρ εἰ μὲν οἴονται τὸν Δία μὴ κρατεῖν τῶν ἑαυτοῦ μερῶν μηδὲ χρῆσθαι κατὰ τὸν αὑτοῦ λόγον ἑκάστῳ; παρὰ τὴν ἔννοιαν λέγουσι καὶ πλάττουσι ζῷον, οὗ πολλὰ τῶν μορίων ἐκφεύγει τὴν βούλησιν, ἰδίαις ἐνεργείαις χρώμενα καὶ πράξεσιν, αἷς τὸ ὅλον ὁρμὴν οὐ δίδωσιν οὐδὲ κατάρχει κινήσεως. οὕτω γὰρ κακῶς οὐδὲν συντέτακται τῶν ψυχὴν ἐχόντων, ὥστʼ ἀβουλοῦντος αὐτοῦ προϊέναι πόδας ἢ φθέγγεσθαι γλῶτταν ἢ κέρα κυρίττειν ἢ δάκνειν ὀδόντας· ὧν ἀνάγκη τὰ πλεῖστα πάσχειν τὸν θεόν, εἰ παρὰ τὴν βούλησιν αὐτοῦ μέρη ὄντες οἱ φαῦλοι ψεύδονται καὶ ῥᾳδιουργοῦσι καὶ τοιχωρυχοῦσι καὶ ἀποκτιννύουσιν ἀλλήλους. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστον ἔστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλʼ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖσθαι πέφυκεν, ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν
ὅδʼ αὖτʼ ἐκείνου φθόγγος ἐξωλέστερος.
ἑ μυριάκις γὰρ ἦν ἐπιεικέστερον ἀσθενείᾳ καὶ ἀδυναμίᾳ τοῦ Διὸς ἐκβιαζόμενα τὰ μέρη πολλὰ δρᾶν
ἄτοπα παρὰ τὴν ἐκείνου φύσιν καὶ βούλησιν, ἢ μήτʼ ἀκρασίαν εἶναι μήτε κακουργίαν, ἧς οὐκ ἔστιν ὁ Ζεὺς αἴτιος. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.

ΔΙΑΔΟΥΜ. ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρʼ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδʼ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλʼ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν, ἔρνος ἢ βάτου ἢ δρυὸς ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, καί φασιν

τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ
σπείρασιν
ὠνομάσθαι, τὴν δὲ
φύσιν
ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπʼ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν.
ἀλλὰ τοῦ τε κόσμου πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον ἐκ βραχυτέρου σώματος καὶ ὄγκου, φύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δʼ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης.

ΔΙΑΔΟΥΜ. ἀκοῦσαι τοίνυν ἔστιν αὐτῶν καὶ γράμμασιν ἐντυχεῖν πολλοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς διαφερομένων καὶ βοώντων, ὡς

πάντα πράγματα συγχέουσι ταῖς ἀπαραλλαξίαις, ἐπὶ δυεῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι
καίτοι τοῦτο μὲν οὐκ ἔστιν ὅστις ἀνθρώπων οὐ διανοεῖται, καὶ τοὐναντίον οἴεται θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρὸς ἢ σύκῳ τὸ τοῦ λόγου σῦκον ἐν τῷ παντὶ χρόνῳ γέγονεν ἀπαράλλακτον. ἐκεῖνα δʼ ὄντως; παρὰ τὴν ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν,
ἐπὶ μιᾶς οὐσίας δύʼ ἰδίως; γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους.
εἰ γὰρ δύο, καὶ τρεῖς καὶ τέτταρες ἔσονται
καὶ πέντε καὶ ὅσους οὐκ ἄν τις εἴποι περὶ μίαν οὐσίαν· λέγω δʼ οὐκ ἐν μέρεσι διαφόροις, ἀλλὰ πάντας ὁμοίως περὶ ὅλην τοὺς ἀπείρους. λέγει γοῦν Χρύσιππος
ἐοικέναι τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἐκπύρωσις γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν ἀναχωρεῖν ἐπὶ τὴν πρόνοιαν, εἶθʼ ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους

ΔΙΑΔΟΥΜ. ἀφέντες οὖν ἤδη τοὺς θεοὺς καὶ προσευξάμενοι κοινὰς φρένας διδόναι καὶ κοινὸν νοῦν, τὰ περὶ στοιχείων πῶς ἔχει αὐτοῖς ἴδωμεν. παρὰ τὴν ἔννοιάν ἐστι. σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν. οἱ δʼ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν ἐπιφάσκοντες ἐπιλείψειν ἐπιόντι τῷ μεγίστῳ νεανιεύονται, δόγμα ποιούμενοι τὸν ἔλεγχον, ὡς ἐν ἄλλοις πολλοῖς, ἅτε δὴ μαχομένας ὑποθέσεις ταῖς ἐννοίαις λαμβάνοντες. αὐτίκα γοῦν τῷ λόγῳ τούτῳ πολλὰ τερατώδη καὶ ἀλλόκοτα

προσδέχεσθαι τοὺς τὰ σώματα τοῖς σώμασιν ὅλοις ὅλα κεραννύντας. ὧν ἐστι καὶ τὸ
τὰ τρία τέσσαρα εἶναι·
τουτὶ γὰρ οἱ μὲν ἄλλοι λέγουσιν ἐν ὑπερβολῇ παράδειγμα τῶν ἀδιανοήτων τούτοις δὲ συμβαίνει τὸν ἕνα κύαθον τοῦ οἴνου πρὸς δύο κεραννύμενον ὕδατος, εἰ μέλλει μὴ ἀπολείπειν ἀλλʼ ἐξισοῦσθαι, παράγοντας ἐπὶ πᾶν καὶ διασυγχέοντας ἕνʼ ὄντα δύο ποιεῖν τῇ πρὸς τὰ δύο τῆς κράσεως ἐξισώσει τὸ γὰρ μένειν ἕνα καὶ δυεῖν παρεκτείνειν καὶ ποιεῖν ἴσον τῷ διπλασίῳ· ἔτι δʼ, ὅπως ἐξίκηται τῇ κράσει πρὸς τοὺς δύο, δυεῖν λαμβάνειν μέτρον ἐν τῇ διαχύσει, τοῦτο μέτρον ἅμα καὶ τριῶν ἐστι καὶ τεσσάρων· τριῶν μέν, ὅτι τοῖς δύο εἷς μέμικται· τεσσάρων δέ, ὅτι δυσὶ μεμιγμένος ἴσον ἔσχηκε πλῆθος οἷς μίγνυται. τοῦτό δὴ συμβαίνει τὸ καλὸν αὐτοῖς, ἐμβάλλουσιν εἰς; σῶμα σώματα, καὶ τὸ τῆς περιοχῆς ἀδιανόητον. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι τὸ δʼ ἐνυπάρχειν οὕτω γὰρ οὐ κρᾶσις ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης τῆς δʼ ἐκτὸς περιεχούσης, τῶν δʼ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν
ἐνδιαφερομένων· ἀλλʼ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις ιὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον καὶ μηδʼ ἕτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνειν δʼ ἀμφότερα, τῆς κράσεως διʼ ἀλλήλων διιέναι καὶ μηδὲν ἐπιλείπεσθαι μηδενὸς μόριον ἀλλὰ πᾶν παντὸς ἀναπίμπλασθαι βιαζομένης. ἐνταῦθα δήπου καὶ τὸ θρυλούμενον ἐν ταῖς διατριβαῖς Ἀρκεσιλάου σκέλος; ἥκει ταῖς ἀτοπίαις ἐπεμβαῖνον αὐτῶν μετὰ γέλωτος. εἰ γάρ εἰσιν αἱ κράσεις διʼ ὅλων, τί κωλύει, τοῦ σκέλους ἀποκοπέντος καὶ κατασαπέντος καὶ ῥιφέντος εἰς τὴν θάλατταν καὶ διαχυθέντος, οὐ τὸν Ἀντιγόνου μόνον στόλον διεκπλεῖν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλὰ τὰς Ξέρξου χιλίας καὶ διακοσίας καὶ τὰς Ἑλληνικὰς ὁμοῦ τριακοσίας τριήρεις ἐν τῷ σκέλει ναυμαχούσας; οὐ γὰρ ἐπιλείψει δήπουθεν προϊὸν οὐδὲ παύσεται ἐν τῷ μείζονι τοὔλαττον ἢ πέρας ἡ κρᾶσις ἕξει καὶ τὸ τελευταῖον αὐτῆς ἁφὴν ὅπου λήγει ποιησάμενον εἰς ὅλον οὐ δίεισιν ἀλλʼ ἀπαγορεύει μιγνύμενον. εἰ δὲ μεμίξεται διʼ ὅλων, οὐ μὰ Δία τὸ σκέλος ἐνναυμαχῆσαι παρέξει τοῖς Ἕλλησιν· ἀλλὰ τοῦτο μὲν δεῖται σήψεως καὶ μεταβολῆς· εἷς δέ τις κύαθος; ἢ μία σταγὼν αὐτόθεν εἰς τὸ Αἰγαῖον
ἐμπεσοῦσα πέλαγος ἢ τὸ Κρητικὸν ἐφίξεται τοῦ Ὠκεανοῦ καὶ τῆς Ἀτλαντικῆς θαλάσσης, οὐκ ἐπιπολῆς ψαύουσα τῆς ἐπιφανείας ἀλλὰ πάντῃ διὰ βάθους εἰς πλάτος ὁμοῦ καὶ μῆκος ἀναχεομένη. καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων
οὐδὲν ἀπέχειν φάμενος οἴνου σταλαγμὸν ἕνα κεράσαι τὴν θάλατταν·
καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν,
εἰς ὅλον φησὶ τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν
ὧν οὐκ οἶδα τί ἂν ἀτοπώτερον φανείη.

ΔΙΑΔΟΥΜ. καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτʼ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτʼ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλʼ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον. οὔτε γὰρ μεῖζον οὔτε ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπʼ ἄπειρον ἀμφοτέροις συμβέβηκεν, ἀλλʼ ἀνισότητος αἴρεται φύσις ἀνίσων γὰρ νοουμένων, τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι· μὴ οὔσης δʼ ἀνισότητος, ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος· ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, τραχύτης δʼ ἀνωμαλία μετὰ σκληρότητος· ὧν οὐδὲν ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος

περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπʼ ἄπειρον ἐξάγοντες καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον; ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδʼ ὁ κόσμος ἢ ὁ ἄνθρωπος· ἐπʼ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δʼ ἀπείρων οὐδέν ἐστι πλέον οὐδʼ ἔλαττον οὐδʼ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν.

ΛΑΜΠΡ. Πῶς οὖν ἀμύνονται ταύτας; τὰς ἀπορίας;

ΔΙΑΔΟΥΜ. . εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως λέγει γὰρ ὁ Χρύσιππος

ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον ἐὰν δʼ ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν
φησὶ
τῶν τοιούτων
ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτʼ ἔκ τινων συνεστάναι καὶ ὁμοίως οὔτʼ ἐξ ὁποσωνοῦν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων.
καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτʼ ἔκ τινων οὔτʼ ἐξ ὁποσωνοῦν μερῶν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτω πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτʼ ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν· εἰ δέ, ὡς τὸ μὴ ἴσον εὐθὺς ἄνισον καὶ τὸ μὴ φθαρτὸν ἄφθαρτον, οὕτω τὸ μὴ πεπερασμένον ἄπειρον νοοῦμεν, ὅμοιόν ἐστιν, οἶμαι, τῷ τὸ σῶμα εἶναι μήτʼ ἐκ πεπερασμένων μήτʼ ἐξ ἀπείρων καὶ λόγον εἶναι μήτʼ ἐξ ἀληθῶν λημμάτων μήτʼ ἐκ ψευδῶν μήτʼ ἐξ ---

ΔΙΑΔΟΥΜ. ἐπὶ δὲ τούτοις ἐπινεανιευόμενός φησι

τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης τὰς πλευρὰς κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχον δʼ ᾗ μείζονές εἰσιν
οὕτως ἐτήρει τὰς ἐννοίας. εἰ γὰρ ἔστι τι μεῖζον καὶ μὴ ὑπερέχον, ἔσται τι μικρότερον καὶ μὴ ἐλλεῖπον· ὥστε καὶ ἄνισον μήθʼ ὑπερέχον μήτʼ ἐλλεῖπον, τουτέστιν ἴσον
τὸ ἄνισον καὶ οὐ μεῖζον τὸ μεῖζον οὐδὲ μικρότερον τὸ μικρότερον. ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ, διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσους γιγνομένας. ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι, πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς; καὶ τραχύτητας· ἴσων δʼ οὐσῶν, ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον. ἐνταῦθα δὴ τὸν Δημόκριτον ἀποφαίνων ἀγνοοῦντα
τὰς μὲν ἐπιφανείας
φησὶ
μήτʼ ἴσας εἶναι μήτʼ ἀνίσους, ἄνισα δὲ τὰ σώματα τῷ μήτʼ ἴσας εἶναι μήτʼ ἀνίσους τὰς ἐπιφανείας.
τὸ μὲν δὴ νομοθετεῖν τῶν ἐπιφανειῶν μήτʼ ἴσων μήτʼ ἀνίσων οὐσῶν τὰ σώματα συμβαίνειν ἄνισα εἶναι θαυμαστὴν ἐξουσίαν αὑτῷ τοῦ γράφειν ὅ τι ἂν ἐπίῃ διδόντος ἐστί. τοὐναντίον γὰρ ὁ λόγος μετὰ τῆς ἐναργείας νοεῖν δίδωσι τῶν ἀνίσων σωμάτων ἀνίσους εἶναι τὰς ἐπιφανείας, καὶ μείζονα τὴν τοῦ μείζονα· εἴ γε μὴ μέλλει τὴν ὑπεροχήν, μεῖζόν ἐστιν, ἐστερημένην
ἐπιφανείας ἕξειν. εἰ γὰρ οὐχ ὑπερβάλλουσι τὰς τῶν ἐλαττόνων ἐπιφανείας αἱ τῶν μειζόνων ἀλλὰ προαπολείπουσιν, ἔσται σώματος; πέρας ἔχοντος μέρος ἄνευ πέρατος καὶ ἀπεράτωτον. εἰ γὰρ λέγει, ὅτι βιαζόμενος οὕτω --- ἃς γὰρ ὑφορᾶται περὶ τὸν κῶνον ἀναχαράξεις, ἡ τῶν σωμάτων ἀνισότης δήπουθεν οὐχ ἡ τῶν ἐπιφανειῶν ἀπεργάζεται. γελοῖον οὖν τὸ τὰς ἐπιφανείας ὑπεξαιρούμενον ἐν τοῖς σώμασιν ἐλεγχομένην ἀπολιπεῖν ἀνωμαλίαν. ἀλλʼ ἂν μένωμεν ἐπὶ τῆς ὑποθέσεως, τί μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἢ τὰ τοιαῦτα πλάττειν; εἰ γὰρ ἐπιφάνειαν ἐπιφανείᾳ θήσομεν μήτʼ ἴσην εἶναι μήτʼ ἄνισον, καὶ τὸ μέγεθος ἔσται μεγέθει φάναι καὶ ἀριθμὸν ἀριθμῷμήτʼ ἴσον εἶναι μήτʼ ἄνισον καὶ ταῦτʼ ἴσου καὶ ἀνίσου καὶ ἀνίσου μέσον, ὃ μηδέτερόν ἐστιν, οὐκ ἔχοντας εἰπεῖν οὐδὲ νοῆσαι δυναμένους. ἔτι δʼ οὐσῶν ἐπιφανειῶν μήτʼ ἴσων μήτʼ ἀνίσων, τί κωλύει καὶ κύκλους νοεῖσθαι μήτʼ ἴσους μήτʼ ἀνίσους; αὐταὶ γὰρ δήπουθεν αἱ τῶν κωνικῶν τμημάτων ἐπιφάνειαι κύκλοι εἰσίν· εἰ δὲ κύκλους, καὶ διαμέτρους κύκλων θετέον μήτʼ ἴσους μήτʼ ἀνίσους εἰ δὲ τοῦτο, καὶ γωνίας καὶ τρίγωνα καὶ παραλληλόγραμμα καὶ
παραλληλεπίπεδα καὶ σώματα. καὶ γὰρ εἰ μήκη ἐστὶ μήτʼ ἴσα μήτʼ ἄνισα ἀλλήλοις, καὶ βάρος ἔσται καὶ πληγὴ καὶ σώματα. εἶτα πῶς τολμῶσιν ἐπιτιμᾶν τοῖς τὰς κενότητας εἰσάγουσι καὶ ἀμερῆ τινα καὶ μαχόμενον μήτε κινεῖσθαι μήτε μένειν ὑποτιθεμένοις, αὐτοὶ τὰ τοιαῦτα ἀξιώματα ψευδῆ λέγοντες εἶναι;
εἴ τινα μή ἐστιν ἴσα ἀλλήλοις, ἐκεῖνα ἄνισὰ ἐστιν ἀλλήλοις·
καὶ
οὐκ ἔστι μὲν ἴσα ταῦτʼ ἀλλήλοις, οὐκ ἄνισα δʼ ἐστὶ ταῦτʼ ἀλλήλοις.
ἐπεὶ δέ φησιν εἶναί τι μεῖζον οὐ μὴν ὑπερέχον ἄξιον ἀπορῆσαι πότερον ταῦτʼ ἐφαρμόσει ἀλλήλοις. εἰ μὲν γὰρ ἐφαρμόσει, πῶς μεῖζόν ἐστι θάτερον; εἰ δʼ οὐκ ἐφαρμόσει, πῶς οὐκ ἀνάγκη τὸ μὲν ὑπερέχειν τὸ δʼ ἐλλείπειν; τῷ δὲ μηδέτερον ὑπάρχειν καὶ οὐκ ἐφαρμόσει τῷ μεῖζον εἶναι καὶ ἐφαρμόσει τῷ μὴ μεῖζον εἶναι θάτερον. ἀνάγκη γὰρ ἐν· τοιαύταις ἀπορίαις γίγνεσθαι τοὺς τὰς κοινὰς ἐννοίας μὴ φυλάττοντας.

ΔΙΑΔΟΥΜ. καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα μηδενὶ δʼ ἅπτεσθαι τοῦτο δʼ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλʼ ἀεί τι τοῦ δοκοῦντος

ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις. ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προϊσταμένοις, τοῦτʼ ἐστὶ
τὸ μήθʼ ὅλοις ὅλων ἁφὴν εἶναι μήτε μέρεσι μερῶν τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δʼ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων
πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι νὴ Δία
ψαύειν κατὰ πέρας τὰ σώματα οὐχ ὅλα ὅλων οὐδὲ κατὰ μέρος λέγουσι· τὸ δὲ πέρας σῶμα οὔκ ἐστιν.
ἅψεται τοίνυν σῶμα σώματος ἀσωμάτῳ· καὶ οὐχ ἅψεται πάλιν, ἀσωμάτου μεταξὺ ὄντος. εἰ δʼ ἅψεται, καὶ ποιήσει τι καὶ πείσεται τῷ ἀσωμάτῳ τὸ σῶμα· ποιεῖν γάρ τι καὶ πάσχειν ὑπʼ ἀλλήλων καὶ ἅπτεσθαι τὰ σώματα πέφυκεν. εἰ δʼ ἁφὴν ἴσχει τῷ ἀσωμάτῳ τὸ σῶμα, καὶ συναφὴν ἕξει καὶ κρᾶσιν καὶ συμφυΐαν. ἔτι γὰρ ἐν ταῖς συναφαῖς; καὶ κράσεσιν ἢ μένειν ἀναγκαῖον ἢ μὴ μένειν, ἀλλʼ ἐφθάρθαι τὰ πέρατα τῶν σωμάτων. ἑκάτερον δὲ παρὰ τὴν ἔννοιάν ἐστι· φθορὰς μὲν γὰρ ἀσωμάτων καὶ γενέσεις οὐδʼ αὐτοὶ καταλείπουσι κρᾶσις δὲ καὶ συναφὴ σωμάτων ἰδίοις χρωμένων πέρασιν οὐκ ἂν γένοιτο τὸ γὰρ πέρας ὁρίζει καὶ ἵστησι τὴν τοῦ σώματος φύσιν· αἱ δὲ κράσεις, εἰ μὴ μερῶν παρὰ
μέρη παραθέσεις εἰσὶν ἀλλʼ ὅλοις ὅλα τὰ κιρνάμενα συγχέουσιν, ὥσπερ οὗτοι λέγουσι, φθορὰς ἀπολειπτέον περάτων ἐν ταῖς μίξεσιν, εἶτα γενέσεις ἐν ταῖς διαστάσεσι ταῦτα δʼ οὐδεὶς ἂν ῥᾳδίως νοήσειεν. ἀλλὰ μὴν καθʼ ὃ γʼ ἅπτεται τὰ σώματα ἀλλήλων, κατὰ τοῦτο καὶ πιέζεται καὶ θλίβεται καὶ συντρίβεται ὑπʼ ἀλλήλων ἀσώματον δὲ ταῦτα πάσχειν ἢ ποιεῖν οὐ δυνατόν, ἀλλʼ οὐδὲ διανοητόν ἐστι· τοῦτο δὲ βιάζονται νοεῖν ἡμᾶς. εἰ γὰρ ἡ σφαῖρα τοῦ ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, δῆλον ὅτι καὶ σύρεται κατὰ σημεῖον διὰ τοῦ ἐπιπέδου· κἂν μίλτῳ τὴν ἐπιφάνειαν ἀληλιμμένη, μιλτίνην ἐνομόρξεται τῷ ἐπιπέδῳ γραμμήν· κἂν πεπυρρωμένη, πυρρώσει τὸ ἐπίπεδον ἀσωμάτῳ δὲ χρώζεσθαι καὶ ἀσωμάτῳ πυροῦσθαι σῶμα παρὰ τὴν ἔννοιάν ἐστιν. ἂν δὲ δὴ κεραμεᾶν ἢ κρυσταλλίνην σφαῖραν εἰς ἐπίπεδον φερομένην λίθινον ἀφʼ ὕψους νοήσωμεν, ἄλογον εἰ μὴ συντριβήσεται, πληγῆς πρὸς ἀντίτυπον γενομένης ἀτοπώτερον δὲ τὸ συντριβῆναι κατὰ πέρας καὶ σημεῖον ἀσώματον προσπεσοῦσαν. ὥστε πάντῃ τὰς περὶ τῶν ἀσωμάτων καὶ σωμάτων αὐτοῖς ταράττεσθαι προλήψεις, μᾶλλον δʼ ἀναιρεῖσθαι, πολλὰ τῶν ἀδυνάτων παρατιθεμένοις