De communibus notitiis adversus Stoicos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι

μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωικοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλʼ ὅ τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν ὥστε μηδὲν κατὰ τὸ νῦν ὑπομένειν μηδὲ λείπεσθαι μόριον χρόνου παρόντος, ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς τὰ μέλλοντα τὰ δʼ εἰς τὰ παρῳχημένα διανέμηται. δυεῖν οὖν συμβαίνει θάτερον, ἢ τὸ
ἦν χρόνος
καὶ
ἔσται χρόνος
τιθέντας ἀναιρεῖν τὸ
ἔστι χρόνος
· ἢ
ἔστι χρόνος ἐνεστηκώς
, οὗ τὸ μὲν ἐνειστήκει τὸ δʼ ἐνστήσεται καὶ λέγειν ὅτι τοῦ ὑπάρχοντος τὸ μὲν μέλλον ἐστὶ τὸ δὲ παρῳχημένον, καὶ τοῦ νῦν τὸ μὲν πρότερον τὸ δʼ ὕστερον ὥστε νῦν εἶναι τὸ μηδέπω νῦν καὶ τὸ μηκέτι νῦν · οὐκέτι γὰρ νῦν τὸ παρῳχημένον καὶ οὐδέπω νῦν τὸ μέλλον. ἀνάγκη δʼ οὕτω διαιροῦσι λέγειν αὐτοῖς, ὅτι καὶ τοῦ σήμερον τὸ μὲν ἐχθὲς τὸ δʼ αὔριον καὶ τοῦ τῆτες τὸ μὲν πέρυσι τὸ δʼ εἰς νέωτα, καὶ τοῦ ἅμα τὸ μὲν πρότερον τὸ δʼ ὕστερον. οὐδὲν γὰρ ἐπιεικέστερα τούτων κυκῶσι, ταὐτὰ ποιοῦντες τὸ
μηδέπω
καὶ τὸ
ἤδη
καὶ τὸ
μηκέτι
καὶ τὸ
νῦν
καὶ τὸ
μὴ νῦν
· οἱ δʼ ἄλλοι πάντες ἄνθρωποι καὶ τὸ
ἄρτι
καὶ τὸ
μετὰ μικρόν
, ὡς ἕτερα τοῦ νῦν μόρια, καὶ τὸ μὲν μετὰ τὸ νῦν τὸ δὲ πρὸ τοῦ νῦν τίθενται καὶ νοοῦσι καὶ νομίζουσι. τούτων Ἀρχέδημος μὲν ἀρχήν τινα καὶ συμβολὴν εἶναι λέγων τοῦ παρῳχημένου καὶ τοῦ ἐπιφερομένου τὸ
νῦν
λέληθεν αὑτὸν ὡς ἔοικε τὸν πάντα χρόνον ἀναιρῶν. εἰ γὰρ τὸ νῦν οὐ χρόνος ἐστὶν ἀλλὰ πέρας χρόνου πᾶν δὲ μόριον χρόνου τοιοῦτον οἷον τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος ἀλλʼ εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ ὁρμὰς ἀναλυόμενος. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ ʼτὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλʼ ὑφεστηκέναι φησί, μόνον δʼ ὑπάρχειν τὸ ἐνεστηκός ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι
τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι τὸ δὲ παρεληλυθός.
ὥστε συμβαίνει τὸ ὑπάρχον αὐτῷ τοῦ χρόνου διαιρεῖν εἰς τὰ μὴ ὑπάρχοντα τοῦ ὑπάρχοντος, μᾶλλον δʼ ὅλως τοῦ χρόνου μηδὲν ἀπολείπειν ὑπάρχον, εἰ τὸ ἐνεστηκὸς οὐδὲν ἔχει μέρος, ὃ μὴ μέλλον ἐστὶν ἢ παρῳχημένον.

ΔΙΑΔΟΥΜ. ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἷον ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος· τὰ δὲ τῶν πράξεων καὶ

κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δʼ εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχὴν μηδενὸς δʼ ἔργου πρῶτον γεγονέναι μηδʼ ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων. ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτω τοῦ πραττομένου τὸ μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι. πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δʼ ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δʼ ὁ βαδίζων ἐβάδιζε καὶ βαδιεῖται; τὸ δὲ δεινῶν, φασί, δεινότατον, εἰ τῷ ζῶντι τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτʼ ἀρχὴν ἔσχε τὸ ζῆν οὔθʼ ἕξει πέρας· ἀλλʼ ἕκαστος ἡμῶν ὡς ἔοικε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται μὴ παυσάμενος. εἰ γὰρ οὐδέν ἐστιν ἔσχατον μέρος ἀλλʼ ἀεί τι τῷ ζῶντι τοῦ παρόντος εἰς τὸ μέλλον περίεστιν, οὐδέποτε γίγνεται ψεῦδος τὸ
ζήσεσθαι Σωκράτη·
ἀλλʼ ὁσάκις ἀληθὲς ἔσται τὸ
ζῇ Σωκράτης
, ἐπὶ τοσοῦτον ψεῦδος τὸ
τέθνηκε Σωκράτης
ὥστʼ, εἰ τὸ
ζήσεται Σωκράτης
ἀληθές ἐστιν ἐν ἀπείροις χρόνου μέρεσιν, ἐν οὐδενὶ χρόνου μέρει τὸ
τέθνηκε Σωκράτης
ἀληθὲς ἔσται. καίτοι τί πέρας ἂν ἔργου γένοιτο; ποῦ δʼ ἂν λήξειε τὸ
πραττόμενον, ἄν, ὁσάκις ἀληθές ἐστι τὸ
πράττεται
, τοσαυτάκις ἀληθὲς καὶ τὸ
πραχθήσεται
; ψεύσεται γὰρ ὁ λέγων περὶ τοῦ γράφοντος καὶ διαλεγομένου Πλάτωνος, ὅτι
παύσεταί ποτε Πλάτων διαλεγόμενος
, εἰ μηδέποτε ψεῦδός ἐστι τὸ
διαλεχθήσεται
περὶ τοῦ διαλεγομένου καὶ τὸ
γράψει
περὶ τοῦ γράφοντος. ἔτι τοίνυν τοῦ γιγνομένου μέρος οὐδὲν ἐστιν, ὅπερ οὐκ ἤτοι γεγονός ἐστιν ἢ γενησόμενον καὶ παρεληλυθὸς ἢ μέλλον· γεγονότος δὲ καὶ γεγενημένου καὶ παρῳχημένου καὶ μέλλοντος αἴσθησις οὐκ ἔστιν· οὐδενὸς οὖν ἁπλῶς αἴσθησίς ἐστιν. οὔτε γὰρ ὁρῶμεν τὸ παρῳχημένον ἢ τὸ μέλλον οὔτʼ ἀκούομεν οὔτʼ ἄλλην τινὰ λαμβάνομεν αἴσθησιν τῶν γεγονότων ἢ γενησομένων· οὐδὲν οὖν, οὐδʼ ἂν παρῇ τι, αἰσθητόν ἐστιν, εἰ τοῦ παρόντος ἀεὶ τὸ μὲν μέλλει τὸ δὲ παρῴχηκε καὶ τὸ μὲν γεγονός ἐστι τὸ δὲ γενησόμενον.

ΔΙΑΔΟΥΜ. καὶ μὴν αὐτοί γε σχέτλια ποιεῖν τὸν Ἐπίκουρον λέγουσι καὶ βιάζεσθαι τὰς ἐννοίας, ἰσοταχῶς τὰ σώματα κινοῦντα καὶ μηδὲν ἀπολείποντα μηδενὸς ταχύτερον. πολλῷ δὲ τούτου σχετλιώτερόν ἐστι καὶ μᾶλλον ἀπήρτηται τῶν ἐννοιῶν τὸ μηδὲν ὑπὸ μηδενὸς περικαταλαμβάνεσθαι, μηδʼ εἰ χελώνην τὸ τοῦ λόγου φασὶ

μετόπισθε διώκοι Ἀδρήστου ταχὺς ἵππος.
ἀνάγκη δὲ τοῦτο συμβαίνειν, τῶν μὲν
κινουμένων κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, τῶν δὲ διαστημάτων, ἃ διεξίασιν, εἰς ἄπειρον ὄντων μεριστῶν, ὥσπερ ἀξιοῦσιν οὗτοι. εἰ γὰρ φθαίη πλέθρῳ μόνον ἡ χελώνη τὸν ἵππον, οἱ τοῦτο μὲν εἰς ἄπειρον τέμνοντες ἑκάτερα δὲ κινοῦντες κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδέποτε τῷ βραδυτάτῳ προσάξουσι τὸ τάχιστον, ἀεί τι διάστημα τοῦ βραδυτέρου προλαμβάνοντος εἰς ἄπειρα διαστήματα μεριζόμενον. τὸ δʼ ἔκ τινος φιάλης ἢ κύλικος ὕδατος ἐκχεομένου μηδέποτε πᾶν ἐκχυθήσεσθαι πῶς οὐ παρὰ τὴν ἔννοιάν ἐστιν, ἢ πῶς οὐχ ἑπόμενον οἷς οὗτοι λέγουσι; τὴν γὰρ κατὰ τὸ πρότερον τῶν εἰς ἄπειρον μεριστῶν κίνησιν οὐκ ἄν τις νοήσειε τὸ πᾶν διανύουσαν, ἀλλʼ ἀεί τι μεριστὸν ὑπολείπουσα ποιήσει πᾶσαν μὲν ἔκχυσιν πᾶσαν δʼ ὀλίσθησιν καὶ ῥύσιν ὑγροῦ καὶ φορὰν στερεοῦ καὶ βάρους μεθειμένου πτῶσιν ἀσυντέλεστον.

ΔΙΑΔΟΥΜ. παρίημι δὲ πολλὰς ἀτοπίας αὐτῶν τῶν παρὰ τὴν ἔννοιαν ἐφαπτόμενος. ὁ τοίνυν περὶ αὐξήσεως λόγος; ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπʼ Ἐπιχάρμου· τῶν δʼ ἐν Ἀκαδημείᾳ οἰομένων μὴ πάνυ ῥᾴδιον μηδʼ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν, πολλὰ κατῃτιᾶσθαι κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων καὶ παρὰ τὰς ἐννοίας --- φυλάττουσιν, ἀλλὰ καὶ τὴν

αἴσθησιν προσδιαστρέφουσιν. ὁ μὲν γὰρ λόγος ἁπλοῦς ἐστι καὶ τὰ λήμματα συγχωροῦσιν οὗτοι, τὰς μὲν ἐν μέρει πάσας οὐσίας ῥεῖν καὶ φέρεσθαι, τὰ μὲν ἐξ αὑτῶν μεθιείσας τὰ δέ ποθεν ἐπιόντα προσδεχομένας· οἷς δὲ πρόσεισι καὶ ἄπεισιν ἀριθμοῖς ἢ πλήθεσι ταὐτὰ, μὴ διαμένειν, ἀλλʼ ἕτερα γίγνεσθαι ταῖς εἰρημέναις προσόδοις, ἐξαλλαγὴν τῆς οὐσίας λαμβανούσης αὐξήσεις δὲ καὶ φθίσεις οὐ κατὰ δίκην ὑπὸ συνηθείας ἐκνενικῆσθαι τὰς μεταβολὰς ταύτας λέγεσθαι, γενέσεις καὶ φθορὰς μᾶλλον αὐτὰς ὀνομάζεσθαι προσῆκον, ὅτι τοῦ καθεστῶτος εἰς ἕτερον ἐκβιβάζουσι τὸ δʼ αὔξεσθαι καὶ τὸ μειοῦσθαι πάθη σώματός ἐστιν ὑποκειμένου καὶ διαμένοντος. οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων, τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν;
ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν·
οὐχ ὥσπερ οἱ ποιηταὶ τοὺς Μολιονίδας τοῖς μὲν ἡνωμένους μέρεσι τοῖς δʼ ἀποκρινομένους, ἀλλὰ δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον --- ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον· ἀλλʼ
οὗτοι μόνον εἶδον τὴν σύνθεσιν ταύτην καὶ διπλόην καὶ ἀμφιβολίαν, ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία τὸ δὲ ποιότης· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτʼ αὐξόμενον μήτε μειούμενον μήθʼ ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται, καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι. καίτοι λέγεται μὲν ὁ Λυγκεὺς ἐκεῖνος διὰ πέτρας καὶ διὰ δρυὸς ὁρᾶν· ἑώρα δέ τις ἀπὸ σκοπῆς ἐν Σικελίᾳ καθεζόμενος τὰς Καρχηδονίων ἐκ τοῦ λιμένος ναῦς ἐκπλεούσας, ἡμέρας καὶ νυκτὸς ἀπεχούσας δρόμον· οἱ δὲ περὶ Καλλικράτη καὶ Μυρμηκίδην λέγονται δημιουργεῖν ἅρματα μυίας πτεροῖς καλυπτόμενα καὶ διατορεύειν ἐν σησάμῳ γράμμασιν ἔπη τῶν Ὁμήρου· ταύτην δὲ τὴν ἐν ἡμῖν ἑτερότητα καὶ διαφορὰν οὐδεὶς διεῖλεν οὐδὲ διέστησεν· οὐδʼ ἡμεῖς ᾐσθόμεθα διττοὶ γεγονότες καὶ τῷ μὲν ἀεὶ ῥέοντες μέρει τῷ δʼ ἀπὸ γενέσεως ἄχρι τελευτῆς οἱ αὐτοὶ διαμένοντες. ἁπλούστερον δὲ ποιοῦμαι τὸν λόγον ἐπεὶ τέσσαρά γε ποιοῦσιν ὑποκείμενα· περὶ ἕκαστον, μᾶλλον δὲ τέσσαρʼ ἕκαστον ἡμῶν· ἀρκεῖ δὲ καὶ τὰ δύο πρὸς τὴν ἀτοπίαν, εἴ γε τοῦ μὲν Πενθέως ἀκούοντες ἐν τῇ τραγῳδίᾳ λέγοντος ὡς
δύο μὲν ἡλίους ὁρᾷ, διττὰς
δὲ Θήβας
οὐχ ὁρᾶν αὐτὸν ἀλλὰ παρορᾶν λέγομεν, ἐκτρεπόμενον καὶ παρακινοῦντα τοῖς λογισμοῖς· τούτους δʼ οὐ μίαν πόλιν, ἀλλὰ πάντας ἀνθρώπους καὶ ζῷα καὶ δένδρα πάντα καὶ σκεύη καὶ ὄργανα καὶ ἱμάτια διττὰ καὶ διφυᾶ τιθεμένους οὐ χαίρειν ἐῶμεν, ὡς παρανοεῖν ἡμᾶς μᾶλλον ἢ νοεῖν ἀναγκάζοντας; ἐνταῦθα μὲν οὖν ἴσως αὐτοῖς συγγνωστέον πλάττουσιν ἑτέρας φύσεις ὑποκειμένων· ἄλλη γὰρ οὐδεμία φαίνεται μηχανὴ φιλοτιμουμένοις σῶσαι καὶ διαφυλάξαι τὰς αὐξήσεις.

ΔΙΑΔΟΥΜ. ἐν δὲ τῇ ψυχῇ τί παθόντες ἤ τίνας πάλιν ἄλλας ὑποθέσεις κοσμοῦντες ἐνδημιουργοῦσι σωμάτων διαφορὰς καὶ ἰδέας ὀλίγου δέω εἰπεῖν ἀπείρους τὸ πλῆθος, οὐκ ἂν ἔχοι τις εἰπεῖν· ἀλλʼ ὅτι τὰς κοινὰς καὶ συνήθεις ἐξοικίζοντες ἐννοίας, μᾶλλον δʼ ὅλως ἀναιροῦντες καὶ διαφθείροντες, ἑτέρας ἐπεισάγουσιν ἀλλοκότους καὶ ξένας. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους ἐν μηδενὶ φάναι κεῖσθαι μηδʼ ὑπάρχειν τόπον τούτοις, ἕνα δὲ τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε.

τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν, ἀλλὰ καὶ ζῷα λογικὰ καὶ ζῴων τοσούτων σμῆνος οὐ φίλιον οὐδʼ ἥμερον, ἀλλʼ ὄχλον ἀντιστάτην κακίαις καὶ πολέμιον νοῦν ἔχοντας, ἀποφαίνειν ἕκαστον ἡμῶν παράδεισον ἢ μάνδραν ἢ δούρειον ἵππον τί ἄν τις ἃ πλάττουσιν οὗτοι διανοηθείη καὶ προσαγορεύσειεν;ʼ ὑπερβολὴ τίς ἐστιν ὀλιγωρίας καὶ παρανομίας εἰς τὴν ἐνάργειαν καὶ τὴν συνήθειαν. οἱ δʼ οὐ μόνον τὰς ἀρετὰς καὶ τὰς κακίας ζῷα εἶναι λέγουσιν οὐδὲ τὰ πάθη μόνον ὀργὰς καὶ φθόνους καὶ λύπας καὶ ἐπιχαιρεκακίας, οὐδὲ καταλήψεις καὶ φαντασίας καὶ ἀγνοίας οὐδὲ τὰς τέχνας ζῷα, τὴν σκυτοτομικὴν τὴν χαλκοτυπικήν· ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι, τὸν περίπατον ζῷον τὴν ὄρχησιν τὴν ὑπόδεσιν τὴν προσαγόρευσιν τὴν λοιδορίαν ἕπεται δὲ τούτοις καὶ γέλωτα ζῷον εἶναι καὶ κλαυθμόν· εἰ δὲ ταῦτα, καὶ βῆχα καὶ πταρμὸν καὶ στεναγμὸν πτύσιν τε πάντως καὶ ἀπόμυξιν καὶ τὰ λοιπά· ἔνδηλα γάρ ἐστι. καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτʼ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος
οὐχ ἡ μὲν νὺξ σῶμʼ ἐστίν, ἡ δʼ ἑσπέρα καὶ
ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματʼ οὔκ ἐστιν· οὐδʼ ἡ μὲν ἡμέρα σῶμʼ ἐστὶν οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακὰς καὶ ὁ μὴν σῶμʼ ἐστὶ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός

ΔΙΑΔΟΥΜ. ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις· ἐκεῖνα δʼ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον· ποιοῦσι δʼ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. ὁ μὲν οὖν,Ξενοφάνης, διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας,

οὐκοῦν
εἶπεν
ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν
τούτοις δʼ · ἑποιτ̓ἄν, εἰ περιψύξει τὰ θερμότατα γεννῶσι καὶ πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν.

ΔΙΑΔΟΥΜ. καὶ --- ἑννοίας δʼ οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται; φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῇ δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες

διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν· ἥ τε πρὸς τὸν ἀέρα τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον, ἢ πνεῦμα φερόμενον ἑν τοῖς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δʼ ἔξωθεν ἐνδελεχῶς οἷον ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον. ἀλλʼ οὕτω παρακούοντες ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δʼ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.

ΔΙΑΔΟΥΜ. στοιχείου γε μὴν καὶ ἀρχῆς ἔννοια κοινὴ πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἐμπέφυκεν, ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον· οὐ γὰρ στοιχεῖον οὐδʼ ἀρχὴ τὸ μεμιγμένον ἀλλʼ ἐξ ὧν μέμικται. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες οὐ καθαρὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἀσύνθετον ἀλλʼ ἐξ ἑτέρου καὶ διʼ ἑτέρον ἀποφαίνουσιν ἡ δʼ ὕλη καθʼ αὑτὴν ἄλογος

οὖσα καὶ ἄποιος τὸ ἁπλοῦν ἔχει καὶ τὸ ἀρχοειδὲς ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδʼ ἄυλος, ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης. εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν εἰ δʼ ἕτερα, καὶ ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.

ΔΙΑΔΟΥΜ. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδʼ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γὰρ εἰς ἀεὶ καὶ ὕδωρ οὔθʼ ἑαυτὰ συνέχειν οὔθʼ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν ἀέρα δὲ καὶ πῦρ αὑτῶν τʼ εἶναι διʼ εὐτονίαν ἐκτατικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθʼ ἁπλοῦν μήτε πρῶτον μήθʼ αὑτῷ διαρκές, ἀλλʼ ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος; οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος τῆς γῆς τινὸς καθʼ ἑαυτήν. εἶτα πῶς οὖσα γῆ καθʼ ἑαυτὴν ἀέρος

δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος; ἀλλʼ οὐκ ἔστι γῆ καθʼ ἑαυτὴν οὐδʼ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.

ΔΙΑΔΟΥΜ. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι καθʼ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι· τὸ δ̓ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἣμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ

ἀμφότερα χωρίζειν ἀλλήλων. ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλʼ ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιὰν ἐστιν. οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδʼ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδʼ ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δʼ οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ἡ ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς ποιότητος.