De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἔτι δόγμα Ζήνωνός ἐστιν ἱερὰ θεῶν μὴ οἰκοδομεῖν ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδόμων δʼ ἔργον καὶ βαναύσων οὐδέν ἐστι πολλοῦ ἄξιον. οἱ δὲ ταῦτʼ ἐπαινοῦντες ὡς εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δʼ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύσων ἀνθρώπων. εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι δοκοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντας ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτʼ εἶναι μήτʼ οἰκοδομεῖσθαι δεῖν ἀξιοῦσιν.

ἀρετὰς; ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. πάλιν δὲ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶ φρόνησιν εἶναι ἑν ὑπομενετέοις τὴν δὲ σωφροσύνην φρόνησιν ἐν αἱρετέοις τὴν δὲ δικαιοσύνην φρόνησιν

ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. οὐ μόνον δʼ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιππος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην. ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυσικοῖς εἰπὼν ὅτι πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος· ἐπιφέρει κατὰ λέξιν ἡ δʼ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἑν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.

πρὸς τὸν εἰπόντα

  1. μηδὲ δίκην δικάσῃς, πρὶν ἂν ἀμφοῖν μῦθον
  2. ἀκούσῃς
α ʼντέλεγεν ὁ Ζήνων, τοιούτῳ τινὶ λόγῳ χρώμενος εἴτʼ ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος, πέρας γὰρ ἔχει τὸ ζητούμενον· εἴτʼ οὐκ ἀπέδειξεν· ὅμοιον γὰρ ὡς εἰ μηδʼ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν· ἤτοι δʼ
ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν, οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος. τοῦτον δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλεκτικὴν ὡς τοῦτο ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν τοὺς μαθητάς. καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατʼ οὐδέτερον δʼ ἀναγκαῖον ἀντιγράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. τὸ δʼ αὐτὸ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν.

ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκροᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. πολλαχοῦ δὲ τούτων ὑπʼ αὐτοῦ λεγομένων, ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτω· πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δʼ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικὰ δεύτερα δὲ τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· διὸ καὶ τελετὰς προσηγόρευσαν τὰς τούτου παραδόσεις. ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι, περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ τελῶν

οὔτε περὶ δικαιοσύνης οὔτε περὶ ἀγαθῶν καὶ κακῶν οὔτε περὶ γάμου καὶ παιδοτροφίας οὔτε περὶ νόμου καὶ πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον ἕνα ὄντα καὶ πεπερασμένον. ὧν οὐδὲν ἔστι πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λόγοις. ἄκουε δʼ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν οὐ γὰρ ἔστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχὴν οὐδʼ ἄλλην γένεσιν ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομεν τι ἐρεῖν περὶ ἀγαθῶν καὶ κακῶν πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν οὐ γὰρ ἔστιν ἄλλως οὐδʼ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον οὐδʼ ἐπὶ τὰς ἀρετὰς οὐδʼ ἐπʼ εὐδαιμονίαν, ἀλλʼ ἢ ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου διοικήσεως. προελθὼν δʼ αὖθις δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδʼ ἀναφορᾶς, οὐδʼ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν διάστασιν γίγνεται τοίνυν ἅμα πρόσω καὶ ὀπίσω τῶν ἠθικῶν ὁ φυσικὸς λόγος κατὰ Χρύσιππον μᾶλλον δʼ ὅλως ἄπορος ἡ περιτροπὴ τῆς τάξεως,
εἰ μετὰ ταῦτα τακτέον ἐκεῖνον, ὧν καταλαβεῖν οὐδὲν ἐκείνου χωρὶς ἔστιν· καὶ πρόδηλος ἡ μάχη τοῦ τὸν φυσικὸν λόγον ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου, κελεύοντος δὲ μὴ πρότερον ἀλλʼ ὕστερον ἐκείνων παραδίδοσθαι. εἰ δέ τις ἐρεῖ γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ peri\ lo/gou xrh/sews, ὡς οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον, ἀληθῆ μὲν ἐρεῖ βεβαιώσει δὲ τὴν αἰτίαν· μάχεται γὰρ πρὸς ἑαυτόν, ὅπου μὲν ἔσχατον τὸν περὶ θεῶν λόγον ἀναλαμβάνειν κελεύων καὶ τελευταῖον, ὡς διὰ τοῦτο καὶ τελετὴν προσαγορευόμενον, ὅπου δὲ πάλιν ἐν πρώτοις ἅμα καὶ τούτου μεταληπτέον εἶναι λέγων οἴχεται γὰρ ἡ τάξις, εἰ πάντων ἐν πᾶσι μεταλαμβάνειν δεήσει. τὸ δὲ μεῖζον, ὅτι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν λόγου τὸν περὶ θεῶν ἀρχὴν πεποιημένος οὐκ ἀπὸ τούτου κελεύει τὸν ἠθικὸν ἀρξαμένους ἀναλαμβάνειν, ἀλλʼ ἐκεῖνον ἀναλαμβάνοντας τούτου μεταλαμβάνειν κατὰ τὸ διδόμενον, εἶτα μεταβαίνειν ἐπὶ τοῦτον ἀπʼ ἐκείνων, οὗ χωρὶς οὐδεμίαν ἀρχὴν ἐπʼ ἐκεῖνον οὐδʼ ἔφοδον εἶναί φησι.

τὸ πρὸς τἀναντία διαλέγεσθαι καθόλου μὲν οὔ, φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ παραινεῖ μετʼ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας; ἀλλὰ διαλύοντας αὐτῶν τὸ

πιθανόν τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει φησὶ τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δʼ ἐπιστήμην ἐνεργαζομένοις καθʼ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπʼ ἀρχῆς μέχρι τέλους· ἐφʼ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις· ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. ὅτι μὲν οὖν ἄτοπός ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι, μὴ μετὰ συνηγορίας ἀλλʼ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν διʼ ἑτέρων. ὅτι δʼ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον αὐτῷ, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τἀνδρός· καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλʼ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος; εἰς τοὐναντίον, ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, ὡς μεγάλας ἀφορμὰς καθʼ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις. ἐπὶ δὲ τοῖς κατὰ
Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους; εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δʼ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν ἑαυτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. ὥστʼ αὐτὸν ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τἀναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετʼ ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δʼ ἑαυτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας καίτοι ὅτι τοῦτʼ αὐτὸς φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων οὐχ ὡς ἔτυχε δʼ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους οὐδὲ προσετέα τἀναντία πιθανὰ ἀλλʼ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπʼ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντὲς τʼ εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ
καὶ τἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπʼ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων. ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων ἢ τοῦτο παρʼ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι. σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου χρήσεως οὗτος οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τὸ μὲν παχυτέρων τὸ δʼ, ἐκφανῶς σοφιζομένων εἶτα τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς Συνηθείας, οἷς, εἴ τι ἀνεῦρες, προσέθηκας, ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς Συνηθείας ἐπιχειρήμασιν, ἀλλʼ ὥσπερ ἐν δίκῃ μετὰ πάθους τινὸς συνεπιπάσχων, μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν. ἵνα τοίνυν μηδʼ ἀντίρρησιν ἀπολίπῃ
τοῦ τἀναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τἀναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους ποτὲ δʼ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν. ἐν δὲ τῷ περὶ τῆς τοῦ lo/gou xrh/sews εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδʼ ὅπλοις, ταῦτʼ ἐπείρηκε πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δʼ οὔ, πολλῶν ποιούντων τοῦτο πολλοὺς; λέγων ἴσως τοὺς ἐπέχοντας. ἀλλʼ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν· ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν. σὺ δʼ ὁ κατηγορῶν ἐκείνων αὐτός τε τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς Συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας ἀποτρεπόμενος, ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος; ὑπὸ φιλοτιμίας νεανιεύεσθαι.