De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δʼ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν
ἐστι μὴ ἁμαρτάνειν; αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δʼ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δʼ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων μὴ κλέψῃς λέγει μὲν αὐτὸ τοῦτο μὴ κλέψῃς, ἀπαγορεύει δὲ κλέπτειν, προστάσσει δὲ μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι. καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς προσετάχθη γὰρ ὀρθῶς, οἱ δʼ ὀρθῶς οὐκ ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδʼ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον· εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτʼ εἶναι; καὶ μὴν ἡ ὁρμή, κατὰ γʼ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ ἔκκλισις εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δʼ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὓρηται νόμος ἀπαγορευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶν πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν; ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν
τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενὸν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτʼ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὃς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπʼ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατʼ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός. ἀλλʼ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ἀλλʼ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δʼ ἁμαρτάνει τοῦ καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ οὗτος
τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος. ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατʼ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δʼ οὕτως ἐν τῷ περὶ τοῦ Διὸς ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκεῖον ἐστὶ τὰ προενεχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα μὴ εἶναι τελέως τινʼ ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν ὅμοια δʼ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· ἔτι γὰρ οἶμαι φησὶ τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπʼ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν τίνʼ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός; ἐστιν ὁ ταῦτʼ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ --- τὸ ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων ἐπαινεῖσθαι. ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ fili/as διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον τὰ δʼ ὅλως διαλύσεως ἀξιοῦσθαι ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν ταὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δʼ ἐπʼ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον οἱ δὲ ἐπὶ τοσοῦτον πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται. τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ, πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται τἀγαθὸν αἱρετόν, τὸ δʼ αἱρετὸν ἀρεστόν, τὸ δʼ ἀρεστὸν ἐπαινετόν, τὸ δʼ ἐπαινετὸν καλόν· καὶ πάλιν τἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν οὗτοι δʼ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως; ἀποσχέσθαι τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· ἢ πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν, ἀλλʼ οἴχεται ὁ λόγος. πῶς γὰρ οἷόν τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δʼ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον;πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν· ἐν δὲ ταῖς πρὸς,· ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος, λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδʼ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτʼ εἴρηκε κατὰ λέξιν ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστʼ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παραδεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς; καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι. καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν· εἶτα κατὰ λέξιν πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δʼ οὐδʼ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους
μάχην· ἀλλʼ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸπρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος οὐκ ἔδει φησὶν εἰπεῖν χρὴ πενίην φεύγοντα, μᾶλλον δὲ
τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, αὑτὸν αὐτὸς ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν.
- χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον
- ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων.
ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ
τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκιςκαὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος
- ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ,
- Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·
ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν, ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, οὐ μόνον τὴν δικαιοσύνην φησὶν ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν. ἃ μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται πρὸς αὐτὸν ἐνταῦθα δ̓ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἳνα δὲ μηδʼ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη τὴν μὲν γὰρ δικαιοσύνην ὑπʼ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δʼ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας· εἶθʼ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν τῆς γὰρ ἡδονῆς φησὶν ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον μήτε τῶν ἀρετῶν τινα διʼ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατʼ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δʼ ἐναντίας ὑπάρχειν φευκτάς. τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ, μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών· τῷ δʼ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτʼ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι πᾶν κατόρθωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δὲ γε κατʼ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην, εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιοπραγούντων;
- τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήλασε πῆμα Κρονίων,
- λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·