De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίγνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ τὴν ψῦξιν αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος ἑαυτῷ. πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; ὃ δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίγνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ
μεταβαλούσης; λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· διʼ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου, γῆς ὑφισταμένης, ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος, ὁ αἰθὴρ περιχεῖται κύκλῳ, οἱ δʼ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονται τί οὖν ἀνάψει περιψύξεως ἐναντιώτερον ἢ διαχύσει πυκνώσεως; τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δʼ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. ἀλλʼ ὅμως ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον τὸν κόσμον εἶναί φησι σβεννύμενον δʼ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. λέγει δʼ ἐν τῷ πρώτῳ περὶ Προνοίας διόλου μὲν γὰρ ὢν ὁ κόσμος πυρώδης εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν ὅτε δὲ μεταβαλὼν εἴς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖσαν ψυχὴν τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγον ἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι· τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. ἄτοπος οὖν φαίνεται τῇ περιψύξει νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν δʼ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς. ἄνευ δὲ τούτων ὁ περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. γίγνεσθαι μὲν γάρ φησι τὴν ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ πνεύματος μεταβαλόντος· ἀποδείξει δὲ χρῆται τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι. βλέπεται δʼ ἡ τούτων ἐναντίωσις· οὐ γὰρ οἷόν τε τὴν ψυχὴν πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γιγνομένην μετὰ τὴν ἀποκύησιν ἢ συμβήσεται, πρὶν ἢ γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι. εἰ δὲ φήσει τις ὅτι, ταῖς κράσεσι τῶν σωμάτων ἐγγιγνομένης τῆς ὁμοιότητος, αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγονέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτω καὶ ἀγένητον οὖσαν, ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος.τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι, ποτὲ δὲ μήτε βαρὺν μήτε κοῦφον. ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε πῦρ ἀβαρὲς ὂν ἀνωφερὲς εἶναι λέγει καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου τοῦ δʼ ἀέρος τῷ πυρί ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς
μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος.τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. ταῦτα κινῶν ἐν τῷ πρώτῳ περὶ Φυσικῶν Ζητημάτων πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς· ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ πυκνότητα δʼ ἐν λίθῳ λευκότητα δʼ ἐν ἀργύρῳ καλοῦσι, πολλὴν ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων· εἰ μὲν γὰρ μένει ὁποῖὸς γʼ ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίγνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ πυκνότης; εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συνομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις ἢ αἰτία τούτων, ὑφʼ ὧν κρατεῖται; πάσχοντος γάρ ἐστιν, οὐ δρῶντος οὐδὲ συνέχοντος ἀλλʼ ἐξασθενοῦντος, ἡ τοιαύτη μεταβολή, καθʼ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας, καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν. ταῦτα δʼ οὐκ ἔνεστι λέγειν αὐτοῖς, τὸν ἀέρα φύσει τοιοῦτον ὑποτιθεμένοις· ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ
συνεξομοιώσει τῶν σωμάτων ἕκαστον, ὥστε μέλαν εἶναι καὶ μαλθακόν· εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν, ὕλη τρόπον τινὰ τῆς ὕλης οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν.ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δʼ ἄπειρον οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει πολλάκις ὑπʼ αὐτοῦ λέγεται. καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπʼ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθʼ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γιγνόμενον. ἀλλʼ ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον ἔστι δʼ ἡ λέξις αὕτη διὸ καὶ ἐπὶ τοῦ κόσμου εἰ ῥητέον αὐτὸν φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. οἱονεὶ δʼ εἰς τὴν ὥσπερ ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας; κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεί, εἰ ἀλλαχῆ νοηθείη ὤν, καὶ παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά. καὶ μετὰ μικρὸν αὖθις οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀιδίως τὸν μέσον κατειληφυῖα τόπον, εὐθὺς τοιάδε τις οὖσα, ὥστε καθʼ ἕτερον τρόπον, ἀλλὰ καὶ διὰ
τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, καὶ κατὰ τοῦτʼ αὐτὸ εἶναι ἀίδιον. ταῦτα μίαν μὲν ἔχει καταφανῆ καὶ βλεπομένην ἐναντίωσιν, ἐν ἀπείρῳ μέσον τινὰ τόπον καὶ μέσην χώραν ἀπολείποντος· δευτέραν δʼ ἀδηλοτέραν μὲν ἀλογωτέραν δὲ ταύτης;. οἰόμενος γὰρ οὐκ ἂν ἄφθαρτον διαμένειν τὸν κόσμον, εἰ κατʼ ἄλλο μέρος αὐτῷ τοῦ κενοῦ συντέτευχε γενέσθαι τὴν ἵδρυσιν, δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο. ταῦτα δʼ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐσίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας. περὶ οὗ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν ἀρκεῖ δʼ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. ὑπειπὼν γὰρ ὅτι τέλεον μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη τῷ πρὸς τὸ ὅλον πως ἔχειν καὶ μὴ καθʼ αὑτὰ εἶναι· καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν; ταῦτʼ ἐπείρηκεν οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος φύσεως, πιθανὸν πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύσιν κίνησιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν εἶτα, φήσαι τις ἄν, ὦ ἄνθρωπε, τί παθὼν ἐπελάθου τῶν λόγων τούτων, ὥστε τὸν κόσμον, εἰ μὴ τὴν μέσην χώραν ἐκ τύχης κατειλήφει, διαλυτὸν καὶ φθαρτὸν ἀποφαίνειν; εἰ γὰρ αὐτός γε νεύειν ἐπὶ τὸ αὑτοῦ μέσον ἀεὶ πέφυκε καὶ τὰ μέρη πρὸς τοῦτο κατατείνειν πανταχόθεν, ὅποι ποτʼ ἂν τοῦ κενοῦ μετατεθῇ, συνέχων ἑαυτὸν οὕτω καὶ περιστέλλων, ἄφθαρτος καὶ ἄθρυπτος διαμενεῖ· τὰ γὰρ θρυπτόμενα καὶ σκεδαννύμενα τοῦτο πάσχει διακρίσει τῶν μερῶν ἑκάστου καὶ διαλύσει πρὸς τὸν οἰκεῖον τόπον ἐκ τοῦ παρὰ φύσιν ἀπορρέοντος σὺ δὴ κατʼ ἄλλο τοῦ κενοῦ τεθέντα τὸν κόσμον οἰόμενος οὕτω παντελεῖ συνάπτεσθαι φθορᾷ καὶ λέγων οὕτω καὶ διὰ τοῦτο μέσον ἐν τῷ μηδὲν ἔχειν πεφυκότι μέσον ζητῶν ἀπείρῳ, τὰς μὲν τάσεις καὶ τὰς συνοχὰς καὶ νεύσεις ἐκείνας, ὡς οὐδὲν ἐχέγγυον εἰς σωτηρίαν ἐχούσας, ἀφῆκας, τῇ δὲ καταλήψει τοῦ τόπου τὴν σύμπασαν αἰτίαν τῆς διαμονῆς ἀνέθηκας. καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαυτὸν ἐξελέγξαι φιλοτιμούμενος· ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον οὕτω καὶ καθʼ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν αὐτὸ καὶ ὑποθοίμεθα εἶναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μενεῖ ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν. εἶτα μέρος μὲν ὁτιοῦν ὑπὸ κενοῦ περιληφθὲν οὐκ ἀποβάλλει τὴν ἐπὶ τὸ τοῦ κόσμου μέσον ἄγουσαν ῥοπήν· αὐτὸς δʼ ὁ κόσμος, ἂν μὴ τὴν μέσην παρασκευάσῃ χώραν αὐτῷ τὸ αὐτόματον, ἀπολεῖ τὸν συνεκτικὸν τόνον, ἄλλοις ἀλλαχόσε τῆς οὐσίας αὐτοῦ μέρεσι φερόμενος.καὶ ταῦτα μὲν ἔχει μεγάλας ὑπεναντιώσεις πρὸς τὸν φυσικὸν λόγον· ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον. τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου διαμονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. εἰ γὰρ ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρμένης καὶ προνοίας.
ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ
ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον· πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμʼ οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως ἐπεὶ καὶ τῆς
ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης. ταῦτʼ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίγνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς ῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν οὐδὲ φρονοῦσιν οὐδʼ ὑπολαμβάνουσι βεβαίως οὐδʼ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλʼ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντατῷ ἔχεθʼ, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην
αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπʼ ἄλλων ἐξανισταμένων· τὴν δʼ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν ἐφʼ ἡμῖν εἶναι μηδὲ τὰς ἀρετὰς μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, ἢ τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; τούτων γὰρ ἕπεται τὰ μὲν τῷ αὐτοτελῆ τὰ δὲ τῷ προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφʼ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν. οὐδὲ γὰρ ἅπαξ ἢ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δʼ ἐν πᾶσι τοῖς φυσικοῖς γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίγνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν. καὶ πῶς εἰς τὰς κατὰ μέρος ἡ τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπόδιστος αὐτὴ καὶ ἀκώλυτός ἐστιν; οὐδὲ γὰρ ἡ τἀνθρώπου φύσις ἀνεμπόδιστος, εἰ μηδʼ ἡ τοῦ ποδὸς ἢ τῆς χειρός· οὐδʼ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ περὶ τὸ ἱστίον ἢ τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχωσιν. ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίγνονται καθʼ εἱμαρμένην --- τῶν συγκαταθέσεων· εἰ δʼ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθʼ εἱμαρμένην αἱ συγκαταθέσεις γίγνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας· ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας; καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον ἢ μηδʼ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδʼ ἀντιβαίνειν ἀλλʼ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦ μήτε πράττειν μήθʼ ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς; ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους. αὖθις δέ φησι Χρὺσιππος καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδʼ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας ὑπʼ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. ἡ δὲ τούτων τῶν λόγων ταραχὴ καὶ διαφορὰ πρὸς αὐτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· ὡς εἴ γε, γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.
- ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
- φρονεῖν λέγοιμʼ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα,
- δρῶμέν τε τοιάδʼ, ἃ σύ γε τυγχάνεις φρονῶν.