De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν

τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως· στρέφοντι καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. καὶ πάλιν μετʼ ὀλίγον κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. ὅτι δʼ
ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ Διὸς δʼ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ· κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ
κατὰ τὴν κοινὴν φύσιν. τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.

ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν· ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατʼ ἄλλην οἰκονομίαν ὥσπερ ἐν ταῖς πόλεσι. καὶ πάλιν ἐν τούτοις πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθʼ ὅτι ταῦτʼ ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἢτοι ἐπὶ κολάσει ἢ κατʼ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν. ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον. ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιὸν τινʼ ἔχει λόγον· γίγνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ

ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς τἀναντία διαλεγομένοις, ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει βαλλαντιοτομεῖν, συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβερούς, κακοδαίμονας. εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον; ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίππου λόγον ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτʼ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε, ποιήσας οὐκ ἀχρήστως, κολάζει.

πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, κακίαν δέ φησὶ καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς; ἀρθῆναι ἀλλʼ εἰ μὲν οὑκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος.

ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ

μεμπτὸν ἐν τῷ κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς; κἀγαθοῖς τοιαῦτα πότερον φησὶν ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων· ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι; φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν, ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης· μέμικται τοῖς πράγμασιν οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται.

πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρʼ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι καὶ τὸ χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προσλαμβάνειν. ὅρα γὰρ οἷα· Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας. φθαρτὸν δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας, Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα. θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων εἶτα τούτων ἕκαστον ἀφηγούμενος φησιν οὕτω καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες. οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατʼ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπʼ αὐτοῦ λέγεται. παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου

περὶ Θεῶν καθʼ ἕτερον λόγον οἱ μὲν γὰρ γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δʼ ἀγένητοι· καὶ ταῦτʼ ἀπʼ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον γενητοὶ εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν. καὶ πάλιν προελθὼν ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι· τοῦ δὲ τὰ μέρη ἄφθαρτα τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν εἴπερ οὖν ἐπίσης ἄτοπος ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης; διαπέπτωκεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν.

καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται, παραπλησίως συνεχόμενοι διʼ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ

πυρὸς γινομένων ἐνταῦθα μὲν οὖν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσῃ. ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς ἑαυτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον τίς ἂν οὖν ἐναντιώτερα λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτʼ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν αὐτάρκης δʼ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι, μάχεται πρὸς ἑαυτόν· ἀλλʼ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν ἐξ ἑαυτοῦ τρεφόμενον. τοὐναντίον δʼ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δʼ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίγνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἲ γʼ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δʼ ἀπʼ ἐκείνου λαμβάνειν ἀεὶ τι καὶ τρέφεσθαι συμβέβηκε.

δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα

  1. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς; θεός,
  2. οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἣλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι.