De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν

τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως· στρέφοντι καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. καὶ πάλιν μετʼ ὀλίγον κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. ὅτι δʼ
ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ Διὸς δʼ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ· κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ
κατὰ τὴν κοινὴν φύσιν. τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.