De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν ἐκεῖνο δὲ μεῖζον· οὐδεὶς; γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας, παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι λέγει δʼ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτʼ ἂν οὔθʼ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδʼ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους. τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπʼ ἀλλήλων γιγνομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν;

ἀλλὰ νὴ Δία φήσει τις· ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντος
εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί
καί
τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·
ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας· αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων.