De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν ἐπενήνοχε ταῦτα καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὀδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως, καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ
Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν;