De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος ὅτι λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί, συνάπτει τὰ

τῆς ἐπιχαιρεκακίας· ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται. δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.