De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα
πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας· καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενοςεἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην τίνʼ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ καὶ λόγον ἐπειπὼν παραλογώτατον ὡς ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς, αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι, ταῦτα κατὰ λέξιν εἴρηκε γένοιτο δʼ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν. ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζῳγραφεῖν μετʼ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας. ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; καθόλου δʼ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δʼ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν οὕτως ὁ τὴν μὲν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδʼ ἀρκουμένοις
- ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων,
- Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;
οὐδένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν ἑαυτῷ.
- Δήμητρος ἀκτῇ πώμασὶν θʼ ὑδρηχόοις,
- ἅπερ πάρεστι καὶ πέφυχ̓ ἡμᾶς τρέφειν
καὶ μὴν ἐν τῷ τῶν Προτρεπτικῶν εἰπὼν ὅτι καὶ τὸ μητράσιν ἢ ἀδελφαῖς ἢ θυγατράσιν συγγενέσθαι καὶ τὸ φαγεῖν τι καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται· καὶ πρὸς τὰ θηρία φησὶ δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπʼ ἐκείνων γιγνομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίγνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγιγνόμενα μήτε γεννῶντα μήτʼ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον. ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν· ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδʼ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων. ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δʼ ἀπὸ λόγου.
τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν, ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων
μάλιστα γιγνομένην ἔκδηλον· ὅταν γὰρ δυεῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτʼ ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως; ἢ περὶ τὰ ἔξωθεν γιγνομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον ἐν δὲ ταῖς πλαττομέναις ὑπʼ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν ὑπʼ αὐτοῦ πολλάκις εἰρημένων. ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, διʼ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι· πότερον φησίν ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα Ο φη Ὀφ ο ὁποτέρῳ βούλεται, ἀποδοῦναι; κἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον; τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, δοῦναι αὐτόν; λέγω δʼ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν. ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια ὄντα πραγματείας μηδὲ προσοχῆς ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· οἷον φησὶν εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτʼ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατʼ ἄδηλὸν τινʼ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν. ἐν τούτοις γὰρ ἀποκλήρωσις καὶ τὸ ὡς ἔτυχεν ἐπικλῖνον τῆς διανοίας, ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν.ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος καὶ Στράτωνος μάλιστα δὲ Σωκράτης καὶ ἐπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν ἐπιφέρει κατὰ λέξιν εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχʼ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δʼ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδʼ ἐλέγχων, ὡς νομίζεις ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δʼ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.
τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος ὅτι λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί, συνάπτει τὰ
τῆς ἐπιχαιρεκακίας· ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται. δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν ἐπενήνοχε ταῦτα καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὀδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως, καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ
Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν;τὰς ἀρετάς φησιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν οὔτε γὰρ ἄνδρα φησὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετάς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς. ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δʼ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι τὸν δʼ ἀφίστασθαι. πιθανὸν δέ φησὶ μηδʼ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον.
τὴν ῥητορικὴν ὁρίζεται τέχνην, περὶ κόσμου
καὶ εἰρημένου λόγου τάξιν· ἔτι δʼ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς φωνῆς καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενόμενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών οὐ μόνον φησὶ ταῦτα παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφʼ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι· ποτὲ δὲ μήτʼ ἐλλείψεων ἐπιστρέφεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν.ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, ἵνα φησὶ μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθʼ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα δοκῶ δὴ τὸ ἐγκαλεῖν ἑτέροις εἶτα
περιπίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι, τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχιστον. ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας οὔτε διʼ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τἀληθὲς ἱστορήσας. καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτάτους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην Ἀλκαῖον Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δʼ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι.τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην ἔχοντι συνέβαινε μήθʼ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθʼ ὡς οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθʼ ὡς ἀγαθὸν μήθʼ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. ἀλλʼ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους μηδʼ ἀντεχομένους
τῶν τοιούτων ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου ἐργάζευ, Πέρση, δῖον γένος· ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ μὴ ἐργάζευ, Πέρση, δῖον γένος. καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπʼ ἀργυρίῳ, παρʼ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν· ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τάλαντον ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· ἔστιν εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν τὸ δὲ κακόν, ἐπὶ γʼ αὐτὰ φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δʼ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας. οὕτω δὲ τὸ προηγμένον τἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλʼ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων· ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δʼ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι. Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν. ἡ μὲν γὰρ ἀρετὴ μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος περὶ ταῦτα πραγματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύουσα καὶ κυβιστᾶν τὸν σοφόν, ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ̓ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθηται θεμιστεύων καὶ περὶ προσκομμάτων ἀπολύσεως.ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτʼ ἀγαθὸν εἶναι μήτε κακόν. πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ αἰσχρῶς καὶ ὀλεθρίως καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν
ἀγαθούς, οὐδʼ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδʼ ὠφελίμου. τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς --- κρίνειν κατʼ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατʼ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. καὶ μὴν οὔθʼ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπʼ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης · εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθʼ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον ὥστʼ, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέουςγέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ.τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ,τῆς περὶ ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν τοὺς δ̓ ὡς ἔνι χείριστα πράττειν λέγοντος;
ἐγκαλοῦσιν αὐτῷ τινες τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων ὅτι χρησίμως γεγόνασι· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν. ὁ δʼ οὕτω καταγελᾷ τῶν ἐπὶ τούτοις ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ Σωτῆρος καὶ Γενέτορος καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης, ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὡς δʼ αἱ πόλεις πλεονάσασαι εἰς ἀποικίας ἀπερῶσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι· καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς ἄλλους προσάγεται, τοὺς λέγοντας ὡς ὁ Τρωικὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν τοῦ πλήθους τοῦ τῶν ἀνθρώπων γένους γένοιτο· τούτων δὲ τὰς μὲν ἄλλας ἀτοπίας ἄφες οὐ γὰρ εἴ τι μὴ καλῶς ἀλλʼ ὅσα πρὸς ἑαυτοὺς διαφόρως λέγουσιν, ἐξετάσαι μόνον πρόκειται· σκόπει δʼ ὅτι τῷ θεῷ καλὰς μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δʼ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. οὐ γὰρ ἀποικίαις ἐοίκασιν αἱ τοσαῦται φθοραὶ καὶ πανωλεθρίαι τῶν ἀνθρώπων, οἵας ὁ Τρωικὸς εἰργάσατο πόλεμος καὶ πάλιν ὁ Μηδικὸς καὶ Πελοποννησιακός, εἰ μή τινας ἐν Ἅιδου καὶ ὑπὸ γῆς ἴσασιν οὗτοι πόλεις κτιζομένας, ἀλλὰ τῷ Γαλάτῃ
Δηιοτάρῳ ποιεῖ Χρύσιππος; ὅμοιον τὸν θεὸν, ὅς, πλειόνων αὐτῷ παίδων γεγονότων, ἑνὶ βουλόμενος τὴν ἀρχὴν ἀπολιπεῖν καὶ τὸν οἶκον ἅπαντας ἐκείνους ἀπέσφαξεν, ὥσπερ ἀμπέλου βλαστοὺς ἀποτεμὼν καὶ κολούσας, ἵνʼ εἷς ὁ λειφθεὶς ἰσχυρὸς γένηται καὶ μέγας. καίτοι γʼ ὁ μὲν ἀμπελουργὸς ἔτι μικρῶν ὄντων καὶ ἀσθενῶν τοῦτο ποιεῖ τῶν κλημάτων, καὶ ἡμεῖς νεογνῶν καὶ τυφλῶν ὄντων τῶν σκυλακίων ὑφαιροῦμεν τὰ πολλὰ φειδόμενοι τῆς κυνός ὁ δὲ Ζεὺς οὐ μόνον ἐάσας καὶ περιιδὼν ἐν ἡλικίᾳ γενομένους ἀλλὰ καὶ φύσας αὐτὸς καὶ αὐξήσας ἀποτυμπανίζει, φθορᾶς καὶ ὀλέθρου μηχανώμενος προφάσεις, δέον αἰτίας καὶ ἀρχὰς γενέσεως μὴ παρασχεῖν.τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν ἐκεῖνο δὲ μεῖζον· οὐδεὶς; γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας, παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι λέγει δʼ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτʼ ἂν οὔθʼ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδʼ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους. τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπʼ ἀλλήλων γιγνομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν;
ἀλλὰ νὴ Δία φήσει τις· ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντοςεἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοίκαί
τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας· αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων.
οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν
τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως· στρέφοντι καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. καὶ πάλιν μετʼ ὀλίγον κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. ὅτι δʼ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ Διὸς δʼ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ· κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν. τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.
ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν· ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατʼ ἄλλην οἰκονομίαν ὥσπερ ἐν ταῖς πόλεσι. καὶ πάλιν ἐν τούτοις πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθʼ ὅτι ταῦτʼ ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἢτοι ἐπὶ κολάσει ἢ κατʼ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν. ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον. ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιὸν τινʼ ἔχει λόγον· γίγνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ
ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς τἀναντία διαλεγομένοις, ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει βαλλαντιοτομεῖν, συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβερούς, κακοδαίμονας. εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον; ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίππου λόγον ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτʼ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε, ποιήσας οὐκ ἀχρήστως, κολάζει.πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, κακίαν δέ φησὶ καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς; ἀρθῆναι ἀλλʼ εἰ μὲν οὑκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος.
ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ
μεμπτὸν ἐν τῷ κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς; κἀγαθοῖς τοιαῦτα πότερον φησὶν ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων· ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι; φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν, ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης· μέμικται τοῖς πράγμασιν οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται.πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρʼ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι καὶ τὸ χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προσλαμβάνειν. ὅρα γὰρ οἷα· Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας. φθαρτὸν δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας, Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα. θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων εἶτα τούτων ἕκαστον ἀφηγούμενος φησιν οὕτω καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες. οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατʼ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπʼ αὐτοῦ λέγεται. παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου
περὶ Θεῶν καθʼ ἕτερον λόγον οἱ μὲν γὰρ γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δʼ ἀγένητοι· καὶ ταῦτʼ ἀπʼ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον γενητοὶ εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν. καὶ πάλιν προελθὼν ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι· τοῦ δὲ τὰ μέρη ἄφθαρτα τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν εἴπερ οὖν ἐπίσης ἄτοπος ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης; διαπέπτωκεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν.καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται, παραπλησίως συνεχόμενοι διʼ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ
πυρὸς γινομένων ἐνταῦθα μὲν οὖν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσῃ. ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς ἑαυτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον τίς ἂν οὖν ἐναντιώτερα λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτʼ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν αὐτάρκης δʼ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι, μάχεται πρὸς ἑαυτόν· ἀλλʼ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν ἐξ ἑαυτοῦ τρεφόμενον. τοὐναντίον δʼ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δʼ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίγνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἲ γʼ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δʼ ἀπʼ ἐκείνου λαμβάνειν ἀεὶ τι καὶ τρέφεσθαι συμβέβηκε.δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα
ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἣλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι.
- δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς; θεός,
- οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.