De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν· ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον, ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν. ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι. τῶν δʼ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτʼ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δʼ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ
κακοδαιμονεῖν βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος, μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δʼ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ κακοδαιμονεῖν. ἀλλʼ οὐδʼ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτʼ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. εἶτα τί τούτου μεῖζὸν ἐστιν ὑπεναντίωμα πρὸς αἳρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπʼ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν. ὥστε συμβαίνει κατʼ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς τὰ φευκτὰ τοὺς τῶν πράξεων γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθʼ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δʼ ἐπʼ ἄκρον εὐδαίμονας. αἰσθητὰ δʼ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν. τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν; αἰσθητοῦ γὰρ ὄντος τἀγαθοῦ καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλʼ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν
καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντʼ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.