De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τοῦ δὲ Πλάτωνος; εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς; οὖσα καὶ στάσις οὐδʼ ἐν αὐτοῖς
τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν. ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως· ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ πάλιν τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν ἔτι καὶ οὕτως ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων· ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν, ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνὸς ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. ἀλλʼ ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτʼ εἴρηκε διὸ καὶ διὰ
τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν. ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ διʼ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;