De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶν πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν; ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν
τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενὸν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτʼ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὃς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπʼ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατʼ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός. ἀλλʼ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ἀλλʼ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δʼ ἁμαρτάνει τοῦ καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ οὗτος
τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος. ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατʼ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δʼ οὕτως ἐν τῷ περὶ τοῦ Διὸς ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκεῖον ἐστὶ τὰ προενεχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα μὴ εἶναι τελέως τινʼ ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν ὅμοια δʼ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· ἔτι γὰρ οἶμαι φησὶ τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπʼ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν τίνʼ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός; ἐστιν ὁ ταῦτʼ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ --- τὸ ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων ἐπαινεῖσθαι. ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ fili/as διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον τὰ δʼ ὅλως διαλύσεως ἀξιοῦσθαι ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν ταὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δʼ ἐπʼ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον οἱ δὲ ἐπὶ τοσοῦτον πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται. τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ, πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται τἀγαθὸν αἱρετόν, τὸ δʼ αἱρετὸν ἀρεστόν, τὸ δʼ ἀρεστὸν ἐπαινετόν, τὸ δʼ ἐπαινετὸν καλόν· καὶ πάλιν τἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν οὗτοι δʼ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως; ἀποσχέσθαι τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· ἢ πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν, ἀλλʼ οἴχεται ὁ λόγος. πῶς γὰρ οἷόν τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δʼ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον;