De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τὸ πρὸς τἀναντία διαλέγεσθαι καθόλου μὲν οὔ, φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ παραινεῖ μετʼ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας; ἀλλὰ διαλύοντας αὐτῶν τὸ
πιθανόν τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει φησὶ τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δʼ ἐπιστήμην ἐνεργαζομένοις καθʼ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπʼ ἀρχῆς μέχρι τέλους· ἐφʼ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις· ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. ὅτι μὲν οὖν ἄτοπός ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι, μὴ μετὰ συνηγορίας ἀλλʼ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν διʼ ἑτέρων. ὅτι δʼ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον αὐτῷ, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τἀνδρός· καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλʼ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος; εἰς τοὐναντίον, ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, ὡς μεγάλας ἀφορμὰς καθʼ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις. ἐπὶ δὲ τοῖς κατὰ Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους; εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δʼ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν ἑαυτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. ὥστʼ αὐτὸν ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τἀναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετʼ ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δʼ ἑαυτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας καίτοι ὅτι τοῦτʼ αὐτὸς φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων οὐχ ὡς ἔτυχε δʼ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους οὐδὲ προσετέα τἀναντία πιθανὰ ἀλλʼ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπʼ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντὲς τʼ εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπʼ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων. ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων ἢ τοῦτο παρʼ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι. σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου χρήσεως οὗτος οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τὸ μὲν παχυτέρων τὸ δʼ, ἐκφανῶς σοφιζομένων εἶτα τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς Συνηθείας, οἷς, εἴ τι ἀνεῦρες, προσέθηκας, ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς Συνηθείας ἐπιχειρήμασιν, ἀλλʼ ὥσπερ ἐν δίκῃ μετὰ πάθους τινὸς συνεπιπάσχων, μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν. ἵνα τοίνυν μηδʼ ἀντίρρησιν ἀπολίπῃ τοῦ τἀναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τἀναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους ποτὲ δʼ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν. ἐν δὲ τῷ περὶ τῆς τοῦ lo/gou xrh/sews εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδʼ ὅπλοις, ταῦτʼ ἐπείρηκε πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δʼ οὔ, πολλῶν ποιούντων τοῦτο πολλοὺς; λέγων ἴσως τοὺς ἐπέχοντας. ἀλλʼ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν· ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν. σὺ δʼ ὁ κατηγορῶν ἐκείνων αὐτός τε τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς Συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας ἀποτρεπόμενος, ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος; ὑπὸ φιλοτιμίας νεανιεύεσθαι.τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δʼ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν
ἐστι μὴ ἁμαρτάνειν; αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δʼ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δʼ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων μὴ κλέψῃς λέγει μὲν αὐτὸ τοῦτο μὴ κλέψῃς, ἀπαγορεύει δὲ κλέπτειν, προστάσσει δὲ μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι. καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς προσετάχθη γὰρ ὀρθῶς, οἱ δʼ ὀρθῶς οὐκ ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδʼ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον· εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτʼ εἶναι; καὶ μὴν ἡ ὁρμή, κατὰ γʼ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ ἔκκλισις εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δʼ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὓρηται νόμος ἀπαγορευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.