De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΑΡΙΣΤΟΤΙΜΟΣ. ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις --- τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος
οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τούτοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων αὖ πάλιν ἀπεῖπε νομοθετῶν μᾶλλον δʼ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν · οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδʼ ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγγρους ἢ σκάρους ἀγῶσιν· ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε· τὸ δʼ ἁλιεύειν ἀπʼ οὐδενὸς ἔνδοξον οὐδέ γε θεῶν τις ἠξίωσεν ὦ ἑταῖρε γογγροκτόνος, ὥσπερ ὁ Ἀπόλλων λυκοκτόνος, οὐδὲ τριγλοβόλος, ὥσπερ ἐλαφηβόλος ἡ Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε.
- ἐν τʼ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν