De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΣΩΚΛ.. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον.ΑΥΤ. Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας δαήμονας ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, τοῖσι θαλάσσια ἔργα μέμηλε, Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει.
τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; ΟΠΤΑΤΟΣ. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων.ΑΥΤ.. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς ΣΩΚΛ. εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ Εὐριπίδην
- Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη,
τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων.ΣΩΚΛ. καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δʼ ἀκούειν.
- ὁ τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς