De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐκ ἀγνοῶ δʼ ὅτι τὸ τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλʼ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἣ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθʼ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτʼ εἴρηται
οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις. φασὶ δὲ καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου μὲν ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ περιορᾶν· ὀφθέντος δὲ λέοντος, εὐθὺς ἐξαναστῆναι καὶ διακονίεσθαι, καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δʼ ἄλλων ὑπερφρονοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δʼ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτονται τὸ παράπαν, ἀλλʼ ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι.
- οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
- ἕζετο κερδοσύνῃ, σκῆπτρον δὲ οἱ ἔκπεσε χειρός·