De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας καὶ καλῶς Ὅμηρος εἶπε γλαυκὴ δὲ σ᾽ ἔτικτε θάλασσα πρὸς τὸν ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης. ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς; ἑαυτὸν ἐπέρριψε. τὰ δʼ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλʼ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς; μὴ πέσῃ πράως ὑφῆκε,
παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δʼ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδʼ ἀποφεύγειν φθάσαντας.