De sollertia animalium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΑΥΤΟΒΟΥΛΟΣ. τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ἀγαθόν ποιητήν ἔφη νέων ψυχὰς κακκονῆν ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρʼ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα, κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος· οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος.

ΣΩΚΛΑΡΟΣ. ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ̓ ἣσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον
  1. ἦ βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ
  2. ποικιλίᾳ πραπίδων
  3. δεινὰ μὲν φῦλα πόντου
  4. χθονίων τʼ ἀερίων τε
  5. δάμναται βουλεύματα.ʼ

ΑΥΤΟΒΟΥΛΟΣ.. καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπʼ ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. εἶθʼ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ

δεύτερος ὁμοίως καὶ τρίτος· ἐκ τούτου δὲ κατὰ μικρὸν ἢδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν· οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε 1 καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· τιθασὸν δὲ χῆνα καὶ περιστεράν, ἐφέστιον οἰκέτιν τὸ Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλʼ ἐφʼ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον· ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις. ἀποφηνάμενοι γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδʼ ἄχαριν
τοῖς θηρατικοῖς νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἥν, ὡς ἔοικε, σήμερον βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς, ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης.. ΣΩΚΛ.ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. ἀλλʼ εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.

ΑΥΤ. Τίς δέ, ὦ φίλε Σώκλαρε, τοῦτʼ ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον

φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δʼ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δʼ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορροπούσας. εἰ δʼ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δʼ ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν οὐδʼ οὗτος ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δʼ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομένους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς, λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν· ἀλλʼ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δʼ ἀλλοτρίων, οὐδʼ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει τὰς δʼ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ
λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν ἀλλʼ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτʼ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων οὔτʼ ὤτων· αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστίν, ἀποδεικνύων ὡς οὐδʼ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκται
  1. νοῦς ὁρῇ καὶ καὶ ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά·
ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν
αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τάλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἢδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζόμενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσι κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν.
ἡδονῆς δὲ τῆ μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ διʼ ὀμμάτων γοητεία· χρῶνται δʼ ἑκατέροις ἐπὶ τὰ θηρία. κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δʼ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθʼ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθʼ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καί ὡσανεὶ παρασκευάζεσθαι τὴν χελιδόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσανεὶ φοβεῖσθαι τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μήτʼ βλέπειν μήτʼ ἀκούειν ἀλλʼ ὡσανεὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν μηδὲ φωνεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδʼ ὅλως ζῆν ἀλλʼ ὡσανεὶ ζῆν· ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.

ΣΩΚΛ.. κἀμὲ τοίνυν, ὦ Αὐτόβουλε, ταῦτὰ γε τίθει πειθόμενον τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ πράξεσι καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα

καὶ τῆς ἀρετῆς 1, πρὸς ἣν ὁ λόγος γέγονε, μηδένα ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδʼ ὄρεξιν, ἀπορῶ πῶς ἡ φύσις ἔδωκε τὴν ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις. ΑΥΤ. Ἀλλὰ τοῦτο μὲν οὐδʼ αὐτοῖς ἐκείνοις, ὦ Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ· τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδʼ ἀξιοῦσι μετεῖναι δικαιοσύνης. ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ· καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθʼ ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δʼ ἄλλως, μὴ καὶ καταγέλαστόν ἐστι τοὺς Σωκράτας καὶ τοὺς Πλάτωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκειν, ἀλλʼ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδʼ ἀπηκριβωμένον πρὸς ἀρετὴν ὡς στέρησιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ἐνυπάρχουσαν. ὁ δʼ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει
πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν· ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ· λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν. ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδʼ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν. ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες οὐδʼ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος· ἐπεὶ δείγματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς. καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν· ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει πρὸς ἀρετήν· ὃ δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πελαργοῖς ἵππων ποταμίων· οἱ μὲν γὰρ τρέφουσι τοὺς πατέρας οἱ δʼ ἀποκτιννύουσιν ἵνα τὰς μητέρας ὀχεύωσι καὶ περιστεραῖς περδίκων οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ
προσδεχομένης τὴν ὀχείαν, οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν, ἐν μέρει θάλποντες τὰ ᾠά καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἐὰν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδʼ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς; ἀφιέναι τὸ περίττωμα. καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος; ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδʼ ἀκρατέστερον, οἷς μὴ φύσει πᾶσιν ἡ τοῦ 1 φρονεῖν δύναμις, ἄλλοις δʼ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν;

ΣΩΚΛ. ἀλλὰ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων.ΑΥΤ.. καὶ γὰρ ἐκείνων, ὦ ἑταῖρε, πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ τοῦτο δʼ ὄψεως ῥώμῃ

μνημονεύειν ἀναπεπλησμένους ταραχῆς; καὶ παραπεπαικότας ἀγνοεῖν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

ΣΩΚΛ.. ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γιγνομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δʼ οὐδὲν ἴσασιν ἀλλʼ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν, ὡς προσήκει, λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν ἀβλαβῶς καὶ μετʼ εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν. οὐδὲν οὖν φάρμακον οὐδʼ ἴαμα ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον

φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον
  1. ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
  2. ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετʼ αὐτοῖς,
  3. ἀνθρώποισι δʼ ἔδωκε δίκην
πρὸς ἀλλήλους. οἷς δʼ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς·, οὐδʼ ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτʼ εὐρεῖαν ἄλλην οὔτε λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι.

ΑΥΤ.. ταῦτα μέν, ὦ φίλε τἀπὸ καρδίας τῶν ἀνδρῶν ἐξείρηκας οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, οἶμαι, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφʼ ἡμῖν μὴ ἀπόληται δεικνύναι δὲ τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων καὶ προσήκει τὸ περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθʼ ὁμολογεῖται μήτʼ ἄλλως ἀποδεικνύουσιν. ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον

οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλʼ ἣν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δʼ ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, ἀμιγὲς δὲ μηδὲν μηδʼ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως· ἑτέρα δʼ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον· ἣν τῶν σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθʼ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων ὡφελεῖσθαι μὴ
ἀδικοῦντας οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δʼ ἣμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν,
  1. ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς,
ὧν ὁ Αἰσχύλου Προμηθεὺς δοῦναι φησὶν ἡμῖν
  1. ἀντίδουλα καὶ πόνων ἐκδέκτορα·
κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγόμενα καὶ κειρόμένα νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδʼ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδʼ ἐρίφους κατακόπτωσιν ἐπʼ εὐωχίᾳ, μηδʼ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδʼ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ παιζόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλʼ ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δʼ ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλʼ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετʼ ὠμότητος.

ΣΩΚΛ.. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον.ΑΥΤ. Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας δαήμονας ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, τοῖσι θαλάσσια ἔργα μέμηλε, Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει.

  1. Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη,
τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; ΟΠΤΑΤΟΣ. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε
νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων.ΑΥΤ.. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς ΣΩΚΛ. εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ Εὐριπίδην
  1. ὁ τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς
τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων.ΣΩΚΛ. καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δʼ ἀκούειν.

ΑΡΙΣΤΟΤΙΜΟΣ. ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις --- τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος

  1. ἐν τʼ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν
οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τούτοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων αὖ πάλιν
ἀπεῖπε νομοθετῶν μᾶλλον δʼ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν · οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδʼ ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγγρους ἢ σκάρους ἀγῶσιν· ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε· τὸ δʼ ἁλιεύειν ἀπʼ οὐδενὸς ἔνδοξον οὐδέ γε θεῶν τις ἠξίωσεν ὦ ἑταῖρε γογγροκτόνος, ὥσπερ ὁ Ἀπόλλων λυκοκτόνος, οὐδὲ τριγλοβόλος, ὥσπερ ἐλαφηβόλος ἡ Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε.

ΑΡΙΣΤΟΤΙΜΟΣ.καθόλου δέ, ἐπεὶ δἰ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆσαν, ἔτι δʼ εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης σκοπῶμεν τὰ ἔναλα,

εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν ἤ πού τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν· ἐν δὲ τοῖς πεζοῖς καὶ γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας· ἐλέφαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον, τῷ ἑτέρῳ πρὸς ταῦτα χρῶνται, τὸν δʼ ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. ὁ δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν,- ἐντὸς ἀποκρύπτων τοὺς ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν· οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλὰ μικροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ διαμαρτάνουσιν. ὁ δʼ ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐδὲν ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου· τοσοῦτον γὰρ ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χιτῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς; ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, εἶτα περιπλάττουσι τὰ κουφότερα κἂν πηλοῦ τινος ἐχεκόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης ἢ θαλάττης ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ
βαρεῖαι γενέσθαι τῇ ὑγρότητι, συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθάνοντα τῷ δὲ σχήματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλʼ ὁμαλὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβουλεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι. τὰ δʼ ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευταῖς ἀρχέτυπον, οὐ καθʼ ἓν ἄν τις θαυμάσειε καὶ γὰρ ἡ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειργασμένον, ἥ τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλιστα πάντων ἡ τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνησις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγηνευτοῦ, ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρατρον αἰσθανομένης καὶ φρονούσης, τῇ καθʼ ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον. ἄλλως δʼ ἂν ἐδόκει μῦθος, ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι λίθους ἐμβάλλουσιν ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται
εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κουφοτέροις ὑφισταμένων. ὅμοια δὲ καὶ τὰ τῶν Κρητικῶν μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν· ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρματίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις· οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμβάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόντες. τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ πέτονται γάρ, ὅταν πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν ἢ κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλʼ εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχίζουσι τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ διασπασθῆναι τὴν τάξιν. ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προφυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δʼ ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι· συνέχει γὰρ ὁ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον· ὅταν δʼ ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ
  1. κραταιῷ περιβαλὼν βραχίονι,
  2. εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον·
μηδʼ αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυκότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶσαν ὑπὸ τῆς θερμότητος· τότε δʼ ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον.

ΑΡΙΣΤΟΤΙΜΟΣ. τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλʼ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις, ἔνθʼ ἔνι μὲν φιλότης τὸ κοινωνικόν, ἔνι δʼ ἀνδρείας εἰκὼν τὸ φιλόπονον· ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς; καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν

ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος
  1. ἢ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
  2. θᾶσσον ἀνηνέγκαντο 1
καί τινες οὐκ ᾠά γράφουσιν, ἀλλʼ ἑά ὡς τοὺς ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων. ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδʼ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵνʼ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δʼ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφʼ ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς; αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δʼ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον οὐδʼ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς
καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας;

ΑΡΙΣΤΟΤΙΜΟΣ. οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτʼ ἐκείνοις ἐνδέουσαν. οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδʼ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν· ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφʼ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκομένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφʼ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος; τὰ μαθήματα καὶ μελετῶν. ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατʼ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν

καὶ χρεωκοπεῖν μέρος ἣμισυ καθʼ ἡμέραν· ἐπεὶ δέ, τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου, πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν· ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν, δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν. ὁ δʼ ὑπὸ τῶν παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν κραυγῆς δὲ τῶν παρόντων γενομένης, ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. περὶ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι προδιαβαίνει γὰρ ἐπιδοὺς αὑτὸν ὁ νεώτατος καὶ μικρότατος οἱ δʼ, ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς; ἀσφαλείας οὖσαν.

ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν διʼ ὁμοιότητα τὸ τῆς ἀλώπεκος. οἱ μὲν οὖν μυθολόγοι τῷ Δευκαλίωνί φασι περιστερὰν ἐκ τῆς λάρνακος ἀφιεμένην δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δʼ ἀποπτᾶσαν οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα ποταμὸν διαβαίνειν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνὡμθνα τῆς τοῦ πάγου στερρότητος· ἡσυχῆ γὰρ ὑπάγουσα

παραβάλλει τὸ οὖς κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε. καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρίβειαν, ἀλλʼ ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δʼ ὑγρὸν ἐνδίδωσιν οἱ δὲ διαλεκτικοί φασι τὸν κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτὸν ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε ἢ τήνδε· ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε τὴν λοιπὴν ἄρα· τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. οὐ μὴν δεῖταὶ γε τοιαύτης μαρτυρίας ὁ κύων· ψευδὴς γάρ ἐστι καὶ κίβδηλος ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. διʼ ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτʼ ὀσφραντῶν οὔθʼ ὁρατῶν ἀλλὰ διανοίᾳ καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατιδεῖν ἔστι τὴν κυνὸς φύσιν· οὗ τὰς μὲν ἐν ἄγραις ἐγκρατείας καὶ πειθαρχίας καὶ ἀγχινοίας γελοῖος ἔσομαι λέγων πρὸς ὑμᾶς τοὺς
τοῦ Ἀσκληπιοῦ τὰ εὔογκα τῶν ἀργυρῶν καὶ χρυσῶν ἔλαβεν ἀναθημάτων καὶ λεληθέναι νομίζων ὑπεξῆλθεν ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε· καὶ πρῶτον μὲν βαλλόμενος λίθοις οὐκ ἀπέστη γενομένης δʼ ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλʼ ἀπʼ ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν ἀναπαυομένῳ δὲ παρενυκτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς δʼ ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δʼ ἐφυλάκτει καὶ προσέκειτο. ταῦτα δʼ οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος; τοῦ κυνὸς προθυμότερον ἐχρήσαντο τῇ διώξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ Κρομμυῶνος. ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἷον ἑαυτοῦ ποιούμενος; ἄγραν καὶ θήραμα τὸν ἱερόσυλον. ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλανθρώπευμα τῶν παλαιῶν Ἀθηναίων. τὸν γὰρ ἑκατόμπεδον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθʼ ἡμέραν· τῶν οὖν συνειργασμένων μὲν προθύμως ἢδη δὲ διὰ γῆρας ἀφειμένων ὀρέων εἷς· κατερχόμενος εἰς Κεραμεικόν, καὶ τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέστρεφε καὶ συμπαρετρόχαζεν, οἷον ἐγκελευόμενος καὶ παρορμῶν
διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν ὑπὸ γήρως; ἀπειρηκότι ψηφισάμενος.

διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας καὶ καλῶς Ὅμηρος εἶπε γλαυκὴ δὲ σ᾽ ἔτικτε θάλασσα πρὸς τὸν ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης. ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς; ἑαυτὸν ἐπέρριψε. τὰ δʼ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλʼ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς; μὴ πέσῃ πράως ὑφῆκε,

παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δʼ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδʼ ἀποφεύγειν φθάσαντας.

οὐκ ἀγνοῶ δʼ ὅτι τὸ τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλʼ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἣ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθʼ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτʼ εἴρηται

  1. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  2. ἕζετο κερδοσύνῃ, σκῆπτρον δὲ οἱ ἔκπεσε χειρός·
οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις. φασὶ δὲ καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου μὲν ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ
περιορᾶν· ὀφθέντος δὲ λέοντος, εὐθὺς ἐξαναστῆναι καὶ διακονίεσθαι, καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δʼ ἄλλων ὑπερφρονοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δʼ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτονται τὸ παράπαν, ἀλλʼ ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι.

πανουργίας δὲ πολλῶν παραδειγμάτων ὄντων, ἀφεὶς ἀλώπεκας καὶ λύκους καὶ τὰ γεράνων σοφίσματα καὶ κολοιῶν, ἔστι γὰρ δῆλα, μάρτυρι χρήσομαι Θαλῇ τῷ παλαιοτάτῳ τῶν σοφῶν, ὃν οὐχ ἥκιστα θαυμασθῆναι λέγουσιν ὀρέως τέχνῃ περιγενόμενον. τῶν γὰρ ἁληγῶν ἡμιόνων εἷς ἐμβαλὼν εἰς ποταμὸν ὤλισθεν αὐτομάτως καὶ τῶν ἁλῶν διατακέντων ἀναστὰς ἐλαφρὸς ᾔσθετο τὴν αἰτίαν καὶ κατεμνημόνευσεν ὥστε διαβαίνων ἀεὶ τὸν ποταμόν, ἐπίτηδες ὑφιέναι καὶ βαπτίζειν τὰ ἀγγεῖα, συγκαθίζων καὶ ἀπονεύων εἰς ἑκάτερον μέρος· ἀκούσας οὖν ὁ Θαλῆς ἐκέλευσεν ἀντὶ τῶν ἁλῶν ἐρίων τὰ ἀγγεῖα καὶ σπόγγων ἐμπλήσαντας καὶ ἀναθέντας, ἐλαύνειν τὸν ἡμίονον. ποιήσας οὖν τὸ εἰωθὸς καὶ ἀναπλήσας ὓδατος τὰ φορτία συνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ, καὶ τὸ λοιπὸν οὕτω προσέχων

καὶ φυλαττόμενος διέβαινε τὸν ποταμόν, ὥστε μηδʼ ἄκοντος αὐτοῦ τῶν φορτίων παραψαῦσαι τὸ ὑγρόν. ἄλλην δὲ πανουργίαν ὁμοῦ μετὰ τοῦ φιλοστόργου πέρδικες ἐπιδεικνύντες τοὺς μὲν νεοττοὺς ἐθίζουσι μηδέπω φεύγειν δυναμένους, ὅταν διώκωνται, καταβαλόντας ὑπτίους ἑαυτοὺς βῶλόν τινα ἢ συρφετὸν ἄνω προΐσχεσθαι τοῦ σώματος οἷον ἐπηλυγαζομένους· αὐταὶ δὲ τοὺς διώκοντας ὑπάγουσιν ἄλλῃ καὶ περισπῶσιν εἰς ἑαυτάς, ἐμποδὼν διαπετόμεναι καὶ κατὰ μικρὸν ἐξανιστάμεναι, μέχρι ἂν οὕτως ἁλισκομένων δόξαν ἐνδιδοῦσαι, μακρὰν ἀποσπάσωσι τῶν νεοττῶν. οἱ δὲ δασύποδες πρὸς εὐνὴν ἐπανιόντες ἄλλον ἀλλαχῆ κομίζουσι τῶν λαγιδέων, καὶ πλέθρου διάστημα, πολλάκις ἀλλήλων ἀπέχοντας, ὅπως, ἂν ἄνθρωπος ἢ κύων ἐπίῃ, μὴ πάντες ἅμα συγκινδυνεύωσιν· αὐτοὶ δὲ πολλαχόθι ταῖς μεταδρομαῖς ἴχνη θέντες, τὸ δʼ ἔσχατον ἅλμα μέγα καὶ μακρὰν τῶν ἰχνῶν ἀποσπάσαντες οὕτω καθεύδουσιν. ἡ δʼ ἄρκτος ὑπὸ τοῦ πάθους, ὃ καλοῦσι φωλείαν, καταλαμβανομένη, πρὶν ἢ παντάπασι ναρκῆσαι καὶ γενέσθαι βαρεῖα καὶ δυσκίνητος, τόν τε τόπον ἀνακαθαίρει καὶ μέλλουσα καταδύεσθαι τὴν μὲν ἄλλην πορείαν ὡς ἐνδέχεται μάλιστα ποιεῖται μετέωρον καὶ ἐλαφρὰν ἄκροις ἐπιθιγγάνουσα τοῖς ἴχνεσι, τῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν. τῶν ἐλάφων δʼ αἱ θήλειαι μάλιστα
τίκ τουσι παρὰ τὴν ὁδόν, ὅπου τὰ σαρκοβόρα θηρία μὴ πρόσεισιν οἳ τʼ ἄρρενες, ὅταν αἴσθωνται βαρεῖς ὑπὸ πιμελῆς καὶ πολυσαρκίας ὄντες, ἐκτοπίζουσι σῴζοντες αὑτοὺς τῷ λανθάνειν, ὅτε τῷ φεύγειν οὐ πεποίθασιν. τῶν δὲ χερσαίων ἐχίνων ἡ μὲν ὑπὲρ αὑτῶν ἄμυνα καὶ φυλακὴ παροιμίαν πεποίηκε
  1. πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα
προσιούσης γὰρ αὐτῆς, ὥς φησιν ὁ Ἴων,
  1. στρόβιλος ἀμφʼ ἄκανθαν εἱλίξας δέμας,
  2. κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.
γλαφυρωτέρα δʼ ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος, καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος χαμᾶζε καὶ περικυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις καὶ παρέσχε ποτὲ πᾶσιν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς· οὕτως; ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμβάνειν ἀπʼ αὐτοῦ ταμιευομένοις παραδίδωσι. τὸ δὲ κοιταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορρᾶν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν διαφορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνοντες ἐμφράσσουσι τὴν κατʼ ἄνεμον τὴν δʼ ἑτέραν ἀνοίγουσι. καὶ τοῦτό τις ἐν Κυζίκῳ
κατα μαθὼν, δόξαν ἔσχεν ὡς ἀφʼ αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων.

τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας. ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν ὅταν οὖν τις εἰσολίσθῃ, πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γενέσθαι τὴν ἔκβασιν. ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ καὶ τὸν ἣλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος;. ὅθεν καὶ θεοφιλέστατὸν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης καί τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετʼ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας.· οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας ἢδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δʼ ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι κἂν λάβωσιν ὁτιοῦν, ἀνακαλοῦνται,

μόσχου μυκήματι τὸ βρύχημα ποιοῦντες ὅμοιον· οἱ δʼ εὐθὺς αἰσθάνονται καὶ παραγενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν,

ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς γεγόνασιν, οἱ δʼ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδʼ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν ὁ τοῦ ἐλέφαντος ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ὁ ἐλέφας διάδηλος· ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ τὰ πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς; ἐφοίτα νύκτωρ παρʼ αὐτὴν καὶ τοῦ σώματος; ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθʼ ἑκὼν οὔτʼ ἄκων ἔβλαψεν ἀλλὰ καὶ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσοικοῦντες ἀπωτέρω τὴν ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ τέτταρας ἡμέρας οὐκ ἦλθεν ἀλλʼ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾶος ὥσπερ εἰώθει ἀλλὰ τραχύτερος 1, τῷ μὲν ἄλλῳ σπειράματι τὰς χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δʼ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν

ἀποδεικνύμενος. τὸν δʼ ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν· περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων τοιούτων διακορεῖς ὑμᾶς εἶναι· διὸ ταῦτα μὲν ἀφίημι.

Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαριθμεῖν καὶ ῥυθμίζειν παρέχοντες ἐμοὶ δοκοῦσι, προδικεῖν καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτεστιν αὐτοῖς· καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα καταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδʼ ὅσον ὠρύσασθαι μέτεστιν οὐδʼ ὅσον στενάξαι φωνῆς. τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρτυροῦσι, τὰ ἣδιστα ποιήματα καὶ μέλη μέλεσι κύκνων καὶ ἀηδόνων ᾠδαῖς ἀπεικάζοντες, ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον, ἤδη πειστέον Ἀριστοτέλει λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾅδειν προδιδάσκουσαν. μαρτυρεῖ δʼ αὐτῷ τὸ φαυλότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι διδάσκονται

γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων. κουρεὺς γάρ τις ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦσιν Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλʼ αὑτὴν ἐθίζουσα καὶ φιλοτιμουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδʼ ἀμίμητον. ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς, καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπιστάσεως, εὐδοκιμοῦντες οἱ σαλπικταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνήν, τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκροάμα τοῖς συνήθως παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, ἦν δʼ ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. ἦν δʼ οὐδέτερα τούτων, ἀλλʼ ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον
ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ· παλαιῶν μιμημάτων ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρουμάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς. πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δʼ εἶναι θανασίμου, τὸν τʼ ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. ἐπεὶ δὲ τὸν καιρὸν ἐκ τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶτον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμενος, καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυμασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει· καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ Μαρκέλλου θεάτρῳ συμπαθεῖς γενέσθαι.

γελοῖοι δʼ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ

ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δʼ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δʼ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τʼ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ̓ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται, καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ
συνθάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφʼ ἡμέρας δύο, τῇ δὲ τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπʼ οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν ἢ τὸ δίκταμνον.