De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες· εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθʼ ἡμέραν ἑκάστην ἀντλήματα πλείονα δʼ οὐκ ἔστιν οὔτε λαβεῖν οὔτε βιάσασθαι βουλόμενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας ὁ Κνίδιος ἱστόρηκε. Λίβυες δʼ
Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθʼ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολὴν καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.ΑΡΙΣΤΟΤΙΜΟΣ. ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφʼ ἱερᾶς βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδʼ ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ διʼ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα ταῖς μὲν ἐπικόπτοντα ταῖς δʼ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ κοινῇ μὲν ὁ Εὐριπίδης θεῶν κήρυκας ὀνομάζει τοὺς ὄρνιθας ἰδίᾳ δέ φησιν ὁ Σωκράτης ὁμόδουλον ἑαυτὸν ποιεῖσθαι τῶν κύκνων· ὥσπερ αὖ καὶ τῶν βασιλέων ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος Ἰέραξ δʼ ὁ Ἀντίοχος· ἰχθῦς; δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους; λοιδοροῦντες ἢ σκώπτοντες
ὀνομάζομεν. ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ, σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν.ΗΡΑΚΛΕΩΝ. ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλʼ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπιτέθειται. παραιτεῖσθαι δʼ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς; ὢν ἀκοῦσαι τὸ
σχολὴ μὲν γὰρ πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης, διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. ἀλλὰ μὴ φοβηθῆτε· χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτε Αἰγυπτίων μύθους οὔτʼ ἀμαρτύρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ πανταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παραθήσομαι. καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλʼ ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν ἱστορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως; ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγνοούμενα βλάπτει τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετʼ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπʼ αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει πολλὰς; μὲν ἐγχέλεις ἱερὰς λεγομένας ἀνθρώποις χειροήθεις, ὥσπερ τὰς ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δʼ ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνόμασιν ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς· ἀποθανούσης ἔκλαυσεν ὁ Κράσσος καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας; ἀπήντησεν · οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας; οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρʼ ἡμᾶς διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγκαθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτεταμένῳ. πάλαι δʼ ἱστοροῦσι, Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου, τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι προσημαίνειν τὴν μετʼ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτὴν ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδʼ ἀγέραστον ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπʼ ἰχθύσιν ὥσπερ οἰωνοῖς διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ ἑλίξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας.
- τιθεμένων ἀγώνων πρόφασις
- ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον·
ΦΑΙΔΙΜΟΣ.ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδʼ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ
δείγματα· τῆς δʼ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδʼ ἁλώσιμον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δʼ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπʼ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως,, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον· τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλʼ ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπʼ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται. καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων. τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν. ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων οὐδὲ τραχεῖαν ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς. καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ διʼ ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δʼ ὑπὸ τοῦ ποιητοῦ λεγόμενονπαρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς· κέρας γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ τὸν παρʼ Ἀρχιλόχῳ κεροπλάστην φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δʼ οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι. τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δʼ ἀγκίστρων τοῖς μὲν στρογγύλοις, ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δʼ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δʼ εὐθὺς ἐκτρέπεται πέφυκε γὰρ διʼ εὐτονίαν καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων ἀποπίπτειν τὸ ἄγκιστρον.
- ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
- ἣτε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
- ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα·
ΦΑΙΔΙΜΟΣ. ταῦτα μὲν οὖν γνῶσιν ἐμφαίνει καὶ χρῆσιν ἐπὶ καιρῷ τοῦ συμφέροντος εὐμήχανον καὶ περιττήν ἄλλα δʼ ἐπιδείκνυται μετὰ τοῦ συνετοῦ τὸ κοινωνικὸν καὶ τὸ φιλάλληλον, ὥσπερ ἀνθίαι καὶ σκάροι. σκάρου μὲν γὰρ ἄγκιστρον καταπιόντος, οἱ παρόντες σκάροι προσαλλόμενοι τὴν ὁρμιὰν ἀποτρώγουσιν οὗτοι δὲ καὶ τοῖς εἰς κύρτον ἐμπεσοῦσι τὰς οὐρὰς παραδόντες ἔξωθεν ἕλκουσι δάκνοντας προθύμως καὶ συνεξάγουσιν. οἱ δʼ ἀνθίαι τῷ συμφύλῳ βοηθοῦσιν ἰταμώτερον τὴν γὰρ ὁρμιὰν ἀναθέμενοι κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκανθαν ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν
τοῖς θεάτροις τὰ ὁμόφυλα καὶ κύκλῳ μετʼ ἀλλήλων περίεισιν·ʼ ἑτέρῳ δʼ ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόντων ἔκτοπός ἐστι δεινῶς καὶ ἀλλοδαπή, καὶ καθάπερ ἐκ βασιλικοῦ διαγράμματος ἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν Ἰόβα βιβλίων· ἀληθὴς δʼ οὖσα πολλὰ δείκνυσι τῶν ἐνάλων μηδὲν ἀπολειπόμενα τῷ κοινωνικῷ καὶ συνετῷ τοῦ σοφωτάτου τῶν χερσαίων. ἀλλὰ περὶ κοινωνίας αὐτῶν ἴδιος ἔσται τάχα λόγος.ΦΑΙΔΙΜΟΣ. οἱ δʼ ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπʼ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν. ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες τῶν δικτύων οὖν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν. ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι
συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἔωσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ. δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, φαγὼν τὸ δίκτυον ἄπεισιν. εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαίνει συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς κυανέῃ νεφέλῃ πολλάκις οὓς; ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας. ἀλλὰ τούτων μὲν ἅλις.ΦΑΙΔΙΜΟΣ.τῆς δʼ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δʼ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλʼ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς; γνώριμος μέν ἐστι πολλοῖς· καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ
πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼνκαὶ Θέογνις ὁμοίως
- ποντίου θηρὸς χρωτὶ μάλιστα νόον,
- προσφέρων πάσαις πολίεσσιν ὁμίλει
μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλʼ ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός. συνέπεται δὲ καὶ πνεύματος πλῆρες, ὡς Θεόφραστος· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολὴ μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς τρέφεται παρακρουόμενος γὰρ τὰ μὲν αἱρεῖ μὴ φεύγοντα τὰ δʼ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπʼ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατʼ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως.
- πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ
- τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
ΦΑΙΔΙΜΟΣ. ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δʼ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδʼ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλʼ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο κοινῇ πάντες; ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως; μή, κατʼ οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη γὰρ
οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατʼἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης.ΦΑΙΔΙΜΟΣ. ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ
ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας· ὅταν δʼ ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάττης, ὕπτιον ἀφῆκε διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμιζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δʼ ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ μηχανώμενος. τὸ δʼ αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς αὐτῆς αἰτίας λέγουσιν. ἐπεὶ δʼ ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης ἐστίν, ἄκουσον ἢδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδʼ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που
- στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς
τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν ὅθεν ἐμβάλλουσιν εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον, ὅταν ἐξίωσιν· ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀφθαλμῶν. ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπʼ ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστε, ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ ἀλλήλων, ἀεὶ τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον εἶτα νήχονται τὴν τάξιν οὕτω τὸ πλαίσιον ἀμφίστομον διαφυλάττοντες ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος.
- τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.
ΦΑΙΔΙΜΟΣ. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δʼ
ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετʼ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατʼ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλʼ ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδʼ ἀναίσθητον οὐδʼ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπʼ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος ἢ θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐ τοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δʼ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.ΦΑΙΔΙΜΟΣ. καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ τὸ θηριωδέστατον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποταμίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθηται, τοῦ κροκόδειλον καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον καὶ ἐπʼ αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων ὁ δʼ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ διασκαλεύοντος· ἂν δὲ μετρίως ἔχων ἢδη βούληται συναγαγεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον. ὁ δὲ καλούμενος ἡγεμὼν μεγέθει
μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δʼ ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἑπευθύνων, ὅπως οὐκ ἐνσχεθήσεται βράχεσιν οὐδʼ εἰς τέναγος ἤ τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, εὐθὺς; διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· ἐκεῖνο δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δʼ αὖθις ἐπακολουθεῖ μήθʼ ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμβεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν, οὐ πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος, λοιμὸν γενέσθαι. ἆρʼ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, ἢ τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδʼ ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδʼ ἐν μύρμηξι. τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθʼ ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν.ΦΑΙΔΙΜΟΣ. ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέψαντες. πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποταμοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γαλήνη λοχεῦσαι καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόντον· οὐ γὰρ τρέφει κήτη ἀλλʼ ἢ φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν. ἔτι δʼ ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος ἱερὸν ἰχθύν εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης,· δὲ τὸν χρύσοφρυν ἔοικεν
λέγειν·ʼ πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες ἡ δʼ αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες· εἴτʼ ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς.
- εὐδρομίην χρύσειον ἐπʼ ὀφρύσιν ἱερὸν ἰχθύν
ΦΑΙΔΙΜΟΣ. ἀλλʼ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δʼ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δʼ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλʼ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δʼ αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν
γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλʼ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ· στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα 20 τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.ΦΑΙΔΙΜΟΣ. τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας; ὁ στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμὸν
ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν οὔτε γὰρ πλέον οὔτε ἔλαττον ἐκβᾶς1ʼ ἀλλʼ ὅσον εἰς ὥραν ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει καὶ ἐπικρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν ὥστε τὸν ἐντυχόντα τῶν γεωργῶν αὐτόν τε γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ὁ ποταμὸς πρόεισιν· οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ. ἐκλαπέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προστυχόντων, ἢ μυῖαν ἢ σέριφον ἢ γῆς ἔντερον ἢ κάρφος ἢ βοτάνην τῷ στόματι, διασπαράξασα τοῦτον ἡ μήτηρ ἀπέκτεινε δακοῦσα· τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέργει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν οὐ πάθει νέμουσα. καὶ μὴν αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προάγουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν ἐξάγουσι καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαιταν. οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶνται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν καὶ γαμήλιον οὖσαν· ὅταν δὲ τὴν θήλειαν ὁ ἄρρην οὔτω προσαγάγηται, κοινῇ τὴν νύκτα παραμένουσιν· ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθʼ ἡμέραν δὲ δεδίασιν ἐπὶ γῆς μίγνυσθαι γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν προσδεχόμενοι καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν.ΦΑΙΔΙΜΟΣ. ἀλλʼ οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτοπον πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε καὶ παρῆλθε τῶν ἐνάλων. ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελιδόνας ἢ τῷ φιλάνδρῳ πελειάδας; ἢ τῷ τεχνικῷ παραβάλλειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δʼ ἀλκυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύμονα καὶ ἀσάλευτον. ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ οὕτω φιλοῦσιν ἄνθρωποι, διʼ ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφαλεστέραν ἔχοντες. εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε μὴ καθʼ ἕνα καιρὸν ἀλλὰ διʼ ἔτους συνεῖναι καὶ προσδέχεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν οὐ διὰ τὸ ἀκόλαστον ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν ἀλλʼ ὑπʼ εὐνοίας ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα
γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς· ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι τῆς σωτηρίας τῶν γεννωμένων συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελιδόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρεσιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι καὶ τὸ κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες οἱ ἓξ πόδες εἰς ἑξάγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν· ἡ δʼ ἀλκυὼν ἓν ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπʼ αὐτῆς μᾶλλον δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκίδας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρόκην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγωγαῖς διʼ ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογγύλον ἐνήρεμον, πρόμηκες ἐκ τοῦ σχήματος, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι, χαλώμενον ὁρῶσαν ὑπὸ τῆς πληγῆς τὰ δʼ ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. οὐδενὸς δʼ ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος πεποίηται γὰρ αὐτὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δʼ ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν εἴσω μήτε τῆς γῆς μήτε τῆς θαλάττης. οἶμαι μὲν οὖν μηδένα ὑμῶν ἀθέατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θιγόντι παρίσταται λέγειν καὶ ᾄδειντὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. ἵλεως δʼ ὁ θεὸς εἴη καὶ πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος, εὐμενῶς καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τί --- Ἀπολλων συθ οὐδὲ τριγλοβο --- δὴ γινώσκοντα --- Ἀφροδίτην ὁμου --- κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι.
- Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ
ΦΑΙΔΙΜΟΣ. καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τʼ Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων ὃν δʼ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, --- Κρητῶν ἀπογόνους οἰκοῦντας ἡγεμόνι δελφῖνι χρησαμένους οὐ γὰρ ὁ θεὸς προενήχετο τοῦ στόλου μεταβαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελφῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγαγεν εἰς Κίρραν. ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος; ἐπὶ τὴν Σαράπιδος κομιδήν, Σωτέλη καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ
βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσθυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρι οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. ὅθεν ἀναβατήριον θύσαντες, ἔγνωσαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνελέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγαπᾶν τοῦ θηρίου τὸν θεόν· ᾧ καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησινἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι· μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθʼ ὃ ἄνθρωπὸς ἐστι. τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δʼ ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις ὁ κύων ὁ ἵππος ὁ ἐλέφας· αἱ δὲ χελιδόνες ὅσων μὲν δέονται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας; ἀσφαλείας, φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζητούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς· ὧν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ· περιβόητα γάρ ἐστιν Ἡσιόδου δὲ κατὰ καιρὸν αὐτὸς ἡμᾶς, ὦ φίλε, ἀνέμνησας, ἀτὰρ οὐ τέλος ἵκεο μύθων ἔδει δὲ τὸν κύνα διηγησάμενον μὴ παραλιπεῖν τοὺς δελφῖνας τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος, καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, εἰ μὴ περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμενον ἀράμενοι δελφῖνες, ἕτεροι παρʼ ἑτέρων ἐκδεχόμενοι προθύμως,·, εἰς τὸ Ῥίον ἐκθέντες, ἔδειξαν ἐσφαγμένον. ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος ὁ Λέσβιος ἱστορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖνος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. ἡ δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία διʼ ὑπερβολὴν ἔρως ἔδοξε συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθʼ ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος ἔπειτα περιβαίνοντος, οὐκ ἔφευγεν, ἀλλʼ ἔφερε χαίρων, πρὸς ὃ ἔκαμπτε κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπιπεσόντος, ὁ μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, ὁ δὲ δελφὶν ὑπολαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώσας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς. καὶ τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσματός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. ἐκ δὲ τούτου καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε. Πάριος γὰρ ὢν τὸ γένος, ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας· ὀλίγῳ δʼ ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, λῃστῶν ἄνδρας ἄγουσαν ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς Σικύνθου κατὰ σπήλαιον, ὃ δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον πεντήκοντʼ ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν. ἐπεὶ δʼ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαον, ἐπεφαίνοντο· πολλοὶ δελφῖνες; παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς· ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρι οὗ συνετελέσθησαν. ἡ δʼ Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπίσημον εἶχε δελφῖνα καὶ Στησίχορος,· ἱστόρηκεν· ἐξ ἧς δʼ αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ· νήπιος γὰρ ὢν ὁ Τηλέμαχος, ὥς φασιν, εἰς ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη, δελφίνων ὑπολαβόντων καὶ ἀνανηξαμένων ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον ὁ πατήρ, ἀμειβόμενος τὸ ζῷον. ἀλλʼ ἐπεὶ προειπὼν, ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ καὶ αὐτὸς οὐκ οἶδʼ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ· παύομαι γὰρ ἤδη λέγων.
- ἁλίου δελφῖνος ὑπόκρισιν
- τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
- αὐλῶν ἐκίνης1ʼ ἐρατὸν μέλος.
ΑΡΙΣΤ. Ἔξεστιν οὖν ὑμῖν, ὦ ἄνδρες δικασταί, τὴν ψῆφον φέρειν.ΣΩΚΛ.ʼἀλλʼ ἡμῖν γε πάλαι τὸ τοῦ Σοφοκλέους δεδογμένον ἐστίν
ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.
- εὖ γὰρ καὶ διχοστατῶν λόγος
- σύγκολλὰ τʼ ἀμφοῖν ἐς μέσον τεκταίνεται.