De primo frigido
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
ἀλλʼ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς
σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων., ἐν δὲ Δελφοῖς αὐτὸς ἢκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν, ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι. ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ καὶ μαλακὰ τοῦ σώματος.ὧν βλεπομένων, σκόπει τὸ γιγνόμενον οὕτω. πᾶσα δήπου δύναμις, ἂν περιγένηται, πέφυκε μεταβάλλειν καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δʼ εἰς ὕδωρ ἐμπεσόν, ἂν μὴ διαφύγῃ,- καθυγραίνεται, συνδιαχεόμενον. ἀνάγκη δὴ καὶ τὰ ψυχόμενα κομιδῇ μεταβάλλειν εἰς τὸ πρώτως ψυχρόν ἔστι δʼ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δʼ εἰς ἀγνωσίαν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν. ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω ταυτὶ δὲ· τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας,
Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πυρὸς οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος· ἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι διὸ καὶ πάγοι καλοῦνται. καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντων, τὸ θερμὸν ἐξέπεσε, πυρικαύστοις ἰδεῖν προσέοικε πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, μάλιστα δʼ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν. ὥσπερ γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον· εἰ δʼ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον· οὕτως, εἰ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἷον ἡ γῆ τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρὸν ὥστε φύσει καὶ· πρώτως ψυχρὸν ἡ γῆ. τοῦτο δʼ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι καὶ γὰρ πηλὸς ὕδατοσψυχρότερος καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν οἱ· δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι, τὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες· ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας.ἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ
ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς; ἆρʼ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες; αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, ὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δʼ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτʼ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ. τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μίγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δʼ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον, ὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δʼ ὁπλὴν ὄνου στέγειν· τὰ δʼ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.