De primo frigido
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον. τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν, ἀλλʼ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη θερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς· ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι; διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον. αἱ δʼ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν· ὅθεν ἥκιστα τὰς χιόνας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπʼ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν· ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις. ὅτι δʼ οὐκ ἀέρος ἐστὶν ἀλλʼ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι. πρῶτον μὲν οὐκ εἰκός ἐστιν ἀέρα, τῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν οὔτε γὰρ ἄλλως δυνατὸν ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπʼ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον οὔτε τὴν φύσιν
ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδʼ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν. χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι χρῆται δʼ οὐκ ἀκράτοις οὐδʼ ἀντιτύποις, ἀλλʼ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν διʼ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παρεμπλεκομένην ἔχουσι καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς; ἐπʼ ἀμφότερα καὶ συνάγων, οὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα; μιγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος. ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι. Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ
ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς. ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος εἰπὼντὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν. ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας. ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ· κενὸν δʼ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος. καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον· ὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν· ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος.. ἀλλʼ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως· ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα. καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι· καὶ διαιρετικόν, τὸ δʼ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον· ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ νεῖκος οὐλόμενον σχεδύνην δὲ φιλότητα τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν· πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς; καὶ οἰκεῖον, τὸ δʼ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.
- αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό,
σκόπει δὲ καὶ ταῦτα παραβάλλων ἐκείνοις ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν οὕτω μὲν ἄν ἔφη καὶ τὴν γῆν ψυχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον,ʼ ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ. ἄτοπον ἀπορρίψας τὸν λόγον ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται. τί δὲ τοῦτʼ ἐστί; τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως. εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης; ἕπεσθαι, μυρίαι δήπουθὲν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα τῆς γῆς,· αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. οὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς
ἀνωφερὲς ἀντίκειται μόνον, οὐδʼ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδʼ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλʼ ὡς βαρυτάτη. πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς· ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι. ναί, ἀλλὰ τὸ πῦρ καὶ λαμπρόν ἐστιν. οὔτι μὴν σκοτεινὸν ἡ γῆ; σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον. ἀέρι μέν τοι μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν· ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν, εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων· ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς. μόνη δʼ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφʼ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δʼ ὑπʼ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπʼ ὀλίγον βάθος ἐνδυομένῳ τῷ θερμῷ· τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλʼ ἐπιπολῆς περιφωτίζεται; τὰ δʼ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἅιδης ὀνομάζεται καὶ τὸ ἔρεβος τοῦτʼ ἦν ἄρα,ʼ τὸ χθόνιον καὶ ἔγγαιον σκότος. τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ γῆς σκιὰν οὖσαν ἀποδεικνύουσιν, ἀντιφραττούσης πρὸς τὸν ἥλιον· ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφʼ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται. διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, ἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας· ἔχοντος ὁ δʼ οἰκουρὸς; καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός ἐστι καὶ ἀφώτιστος. ἀλλὰ μὴν καὶ δέρματα καὶ κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίγνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος. οἶμαι δὲ καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν.