De Facie Quae in orbe Lunae Apparet

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

--- Ὁ μὲν οὖν Σύλλοις ταῦτʼ εἶπε τῷ γʼ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλʼ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι. τί δʼ οὐκ· ἐμέλλομεν εἶπον ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπʼ ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλʼ ἐπᾴδειν

ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.

ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι διʼ ἀσθένειαν, ὃ --- καλοῦμεν· οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν

ἣλιος ὀξυβελὴς ἠδʼ ἱλάειρα σελήνη;
τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθʼ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν,, ἀλλὰ λεῖος αὐταῖς; ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δʼ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. ἡ δʼ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλʼ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε
  1. πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δʼ ἄρα μέσσῃ
  2. γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης
  3. ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·
ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπʼ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται διʼ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.

ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον ἔφην ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον, ὥσπερ ἀφʼ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον· λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον ἥ τε γὰρ ἴτυς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατʼ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθʼ·θʼ ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἣλιον τῆς ὄψεως ἐνορᾶσθαι

τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ σύντηξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν οὐκ ἐφʼ ἧς ἐστι χώρας, ἀλλʼ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν
  1. ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος
  2. δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.

ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης ὡς ἴδιον εἶπε καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε; πρῶτον μέν εἶπον ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δʼ ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλʼ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ, σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστʼ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο

μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν ἔφην σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδʼ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ --- ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλʼ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτῃ δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστʼ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς,
ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δʼ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται · καίτοι τὸ γʼ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλʼ --- πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας,· ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.

καὶ ὁ Λεύκιος ἀλλὰ μὴ δόξωμεν ἔφη κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως, ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθʼ οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίγνεσθαι μορφοειδῆ --- χρηστῶς γʼ εἶπον ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δʼ ὁ ἑταῖρος ἡμῶν, ἀλλʼ, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν · αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδʼ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον

οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ, ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δʼ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει· συμπεπηγέναι δʼ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε
βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν; ἀλλʼ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δʼ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις · διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλʼ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρʼ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος· ὁ δʼ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ· πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, διʼ ὅλου· τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν · ἐν τῇ σελήνῃ τὸν ἀέρα παγκάλως ἔοικε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδʼ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν· οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.

καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, τοῦτʼ ἐκεῖνο πάλιν εἶπεν· ἐφʼ ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ

λέγουσιν, ἀλλʼ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν ἐμὲ δʼ οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρʼ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων καὶ ὁ Λεύκιος γελάσας μόνον εἶπεν ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι τὰ φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρʼ αὑτῶν λέγομεν, οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι, τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ καὶ ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδʼ Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα θοήν ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δʼ ὅμως
ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλʼ ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε· περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλας
  1. ἕστηκε, κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
  2. ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον
εἰ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον ἀδαμαντοπέδιλοι κίονες περιέχουσι· καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον. καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ. μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπʼ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν
ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι· τὴν δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνῳ τῷ βαρύνοντι κινεῖν · βαρυτέρα δʼ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλʼ ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δʼ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν· οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν εἶπεν ὁ Φαρνάκης τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῇ οἰκεῖον καὶ κατὰ φυσιν· οὗτος γάρ ἐστι, περὶ· ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δʼ ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δʼ ἀφίησιν, πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον.

πρὸς τοῦτʼ ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας τίς ἔφην ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροὶ

πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;
ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, καὶ δοτέον εἶπον ὑπʼ ἀνάγκης ἐκείνοις· φιλοσόφων δʼ οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια
τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ᾗ τί παράδοξον οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν, ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δʼ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι, μηδενὸς ἀπαντῶντος μηδʼ ὑπερείδοντος· εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπʼ αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς, γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν; ἀσώματον, ἵστασθαι περικρεμαννύμενον ἢ κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι
τὰ ἄνω κάτω καὶ πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δʼ ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γιγνομένων· ὥστʼ, εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ --- εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίγνεσθαι καὶ λέγεσθαι.

τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γʼ εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον --- ἔσται τῶν ῥεπόντων οὐ τῇ

γῇ μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ἴδιον καὶ προσήκοντα δέχεται καὶ φέρει πρὸς ἐκεῖνον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς; αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπʼ ἀρχῆς μηδʼ ἀπεσπασμένον, ἀλλά που καθʼ αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος, οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλʼ ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας σαφῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.

ἀλλʼ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε εἶπον ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπʼ αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γʼ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλʼ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον

ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεται
φησὶν Ἐμπεδοκλῆς
ἥ τε περὶ ἄκραν
οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς; ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλʼ οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστʼ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπʼ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ
χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.

σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος; ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων ὅτι τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δʼ ἢ εἰκοσαπλάσιόν ἐστι καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς,· ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δʼ ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢτετρακισχιλίας τριάκοντα μυριάδας οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν, ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ ὥρα προσκαλεῖται σελήνην καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικὸς ἐστι κατʼ ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν, οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθʼ ὁ τῇ γῇ μᾶλλον δʼ ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων

ἀνεκτός· ἀλλὰ καὶ κινητικο --- ταύτῃ διάστημα τὸ δέον ἐπιχωροῦντος τοῦ κόσμου· διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.

ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖται; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι; τῷ δʼ ἀπείρῳ μήτε ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δʼ ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει· τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσην ἀπέλιπεν, ἀλλʼ ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον, ἢ ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν. ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ ψυχῇ καὶ φύσει μᾶλλον --- διαφορᾷ, τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δὲ καὶ φερομένης. ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γὰρ ὅ τι ἂν καὶ ὁπωσοῦν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς ἄνω ἐστίν, οὐδέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλʼ

ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον ἄνω γίγνεται· κάτω δὲ μόνον ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον · τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, διʼ ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δʼ ἀσώματον οὔτʼ εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφʼ ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλʼ ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηδὲν ἀλλʼ ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δʼ εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τʼ ἄνω χώραν καὶ· τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι.

οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς, ἀλλὰ πράως σκοπῶμεν; ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστὶν, ἀλλὰ πῦρ ἐστι· καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἣκει δʼ ὅπου μὴ πέφυκεν ὑπʼ ἀνάγκης. αὐτὴ δʼ ἡ ψυχή, πρὸς Διός εἶπον οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται

βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτʼ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον ὑπὸ βρίθους ἢ πάχους, οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δʼ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθʼ ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα. κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι· μᾶλλον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς τιθεὶς τὸ κοῦφον
  1. ἔνθʼ οὔτʼ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος,
  2. οὐδὲ μὲν οὐδʼ αἴης λάσιον γένος, οὐδὲ θάλασσα
ὥς φησιν Ἐμπεδοκλῆς· οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων οὐ
κάτω τι τῶν κούφων, ἀλλʼ ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον, ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι, κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα, νοῦ καὶ ψυχῆς ἀπολιπούσης· ἄχρι οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπʼ ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι --- ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.

εἰ μὲν γὰρ οὐδʼ ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλʼ ἕκαστον πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδʼ ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς ὁ ἀριστοτέχνας. οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφʼ ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρόν, οὗ δεῖ, λαβεῖν καὶ διαφυλάσσειν οὐδὲ κηπουρῶν

οὐδʼ οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφʼ αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. εἰ δʼ · οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δʼ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι, καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δʼ, ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ, φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθʼ ὃ πέφυκε, μήθʼ ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος; μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστʼ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δʼ εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ · γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι· τῷ οὐρανῷ
κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων · οὐ δύναται κρατεῖν, ἀλλʼ ᾗ ποτʼ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.

οὐ μὴν ἀλλʼ εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξει δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν, οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθʼ ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν. ἀλλʼ ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ παρέχῃ χρησίμως καὶ οἰκείως κινούμενον, ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον, ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δʼ ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται, καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν· ἐστὶ τὸ δʼ ἐν κοιλίᾳ καὶ καρδίᾳ παρὰ φύσιν, ἀλλʼ ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται

ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε
καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς, καταμανθάνων
ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν
καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται· μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν·

ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῷὸν ἐστι, πολλαχοῦ γῆν ἔχοντα, πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ σώματός; ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδʼ ἡ καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλʼ ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος μήτε τὸν ἣλιον, ὡς ᾤετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγοστάθμου διαφορᾷ ῥέψαντας, ἐν οἷς εἰσι, γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος, οἱ μὲν ὥσπερ ὄμματα φωσφόρα τῷ προσώπῳ τοῦ παντὸς ἐνδεδεμένοι περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς· γῇ δὲ καὶ

θαλάσσῃ χρῆται κατὰ φύσιν ὁ κόσμος ὅσα κοιλίᾳ καὶ κύστει ζῷον. σελήνη δʼ ἡλίου μεταξὺ καὶ γῆς, ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τὴν τʼ ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ οὕτω λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλʼ ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλʼ ἔτι πολλῷ μὲν τῷ περὶ, αὐτὴν ἐμφερομένην, πολλὴν δʼ ὑφʼ ἑαυτὴν ἔχουσαν ἀνέμων --- δινεῖσθαι καὶ κομήτας. οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλʼ ἑτέρῳ λόγῳ κεκόσμηται.

λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λόγον παραδιδόντος, ἐπὶ τὰς ἀποδείξεις βαδίζοντος τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας μαρτύρομαι εἶπεν

ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν ὴν μὲν, ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δʼ ἔστι τις ὁ λέγων, κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδʼ ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστʼ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε καὶ ὁ Λεύκιος ἣκιστα, ὠγαθέ εἶπεν ἀλλὰ τἄλλα, μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς --- οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλʼ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα
μέλας οὐ πεπαίνεται βότρυς,
εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον· ὡς δʼ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην
αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο
ὁ μὲν οὖν ἑταῖρος ἐν, τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρʼ ὑμῶν· ἢ μεθʼ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν· οὐδʼ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος· ἡμῖν, εἰ μὴ στέγει μηδʼ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει; καὶ
συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδʼ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστʼ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις
ἀπεσκέδασεν δὲ οἱ αὐγάς
ὥσπερ φησιν Ἐμπεδοκλῆς
  1. ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης
  2. τόσσον, ὅσον τʼ εὖρος γλαυκώπιδος ἔπλετο μήνης,
καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἑτερο τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται διʼ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπʼ αὐτῆς;. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως --- φώτων γεγενημένης.
ἀλλʼ οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν·
ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν
ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως.

ὑπολαβὼν δʼ ὁ Σύλλας ἀμέλει ταῦτʼ εἶπεν ἔχει τινὰς πιθανότητας· ὃ, δʼ ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον; τί τοῦτο λέγεις ἔφη ὁ Λεύκιος ἢ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον; πάνυ μὲν οὖν ὁ Σύλλας εἶπεν· ἔχει γάρ τινα λόγον τό, πάσης ἐν ἴσαις γωνίαις γιγνομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχότομος οὖσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπʼ αὐτῆς ἀλλʼ ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης· διὸ καὶ κλασθεῖσα πρὸς ἴσας ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν. ἀλλὰ νὴ Δίʼ εἶπεν ὁ Λεύκιος καὶ τοῦτʼ ἐρρήθη καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικὸν αἰσχύνομαι μέν ἔφη σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικήν, ὥσπερ θεμέλιον

τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δʼ εἰπεῖν ὅτι τὸ πρὸς τὰς ἴσας γίγνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν, οὔτε φαινόμενον αὐτόθεν οὔθʼ ὁμολογούμενόν ἐστιν· ἀλλὰ διαβάλλεται μὲν· ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης, ἑκάτερον τῶν ἐπιπέδων. διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφʼ ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους ἐν τοῖς ἔξωθεν, μέρεσι, δύο δὲ δεξιοφανεῖς ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν. εἴρηκε γὰρ ὅτι, τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος, ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων αἱ μὲν εὐθὺς πρὸς ἡμᾶς --- ἀνατρέχουσιν, αἱ δʼ ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατὸν ἐστιν ἐν ἴσαις γωνίαις γίγνεσθαι πάσας ἀνακλάσεις, ὅσας ὁμόσε χωρ --- οῦντες ἀξιοῦσιν αὑτοῖς τοῖς ἀπὸ
τῆς σελήνης. ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, πολλῷ τοῦτʼ ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλʼ εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ. φίλῃ γεωμετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν· ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις, ἀντιλάμψεις καὶ διαδόσεις ἀπʼ ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν, ἀνταύγειαν, οἷον ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ λάμπειν τὸ φῶς. ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμὴν ὑπὸ τὴν κεκλιμένην ὑποταθεῖσαν· σκευωρεῖσθαι δʼ ἅμα λέγοντι, διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.

τὸ δʼ ὅλον ἔφη θαυμάζω πῶς τὴν διχότομον ἐφʼ ἡμᾶς κινοῦσιν, ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ

ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλʼ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ διʼ ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι διʼ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα --- φοινιχθέν· αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδʼ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι· πῶς ἄστρον ἄστρον καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν διʼ ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν; ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην, νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δʼ ἀνιστάμενον πρὸς ὀρθὰς, ὥστε τέμνειν ἐκείνου ὑπʼ ἐκείνου τε τέμνεσθαι, καὶ ἄλλαις κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παντὸς μᾶλλον ἐπιδείκνυσιν · οὐ σύγκρασιν ἀλλʼ ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα; τὸν φωτισμόν. ἐπεὶ δʼ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ
περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδʼ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥᾴδιον· ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπʼ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδʼ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν· ὁρῶμεν ὑπʼ αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ διʼ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν· ἀλλʼ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος; περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν, ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφʼ ἡλίου φῶς πλησιάζει, γῆς σελήνης; ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν.

ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, εὖ γʼ ἔφην ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων κἀκεῖνος ἐπιμειδιάσας οὐκοῦν ἔφη καὶ δεύτερον

ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ τῷ ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δʼ οἵαν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν· εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους ἄστρον φανερώτατον κλεπτόμενον καί μέσῳ ἄματι νύκτα γινομένην καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου σκότου ἀτραπὸν --- φάσκοντας· ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καὶ τὸν ἣλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ περὶ τὴν σελήνην καὶ --- τοῦτο γίγνεσθαι πέφυκε τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δʼ ἱσταμένοιο. τὰ λοιπὰ δʼ οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν--- ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ
ἐστι σκιὰ γῆς, ἡ δʼ ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δʼ ὑπὸ τῆς σελήνης· ἀμφότεραι δʼ εἰσὶν ἐπισκοτήσεις, ἀλλʼ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δʼ ἐκλειπτικὴ τῆς σελήνης, τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γιγνόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῷ γὰρ αὐτῷ ταὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δʼ οὐχ οὕτω τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδʼ ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δʼ οὐκ ἴσον· ἀλλʼ Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δʼ ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ τὴν διάμετρον τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δʼ ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρίʼ ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἣλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἣλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δʼ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν
σελήνην ἐκλείπουσαν ἢ τὸν ἣλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ---. ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδʼ ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλʼ ἀναιρεῖν πέφυκεν.

ἀλλὰ τί δή ἔφη μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη; κἀγώ τὴν αὐτήν ἔφην ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν. ὀρθῶς εἶπεν ὑπέμνησας ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας; νὴ Δίʼ εἶπεν ὁ Θέων τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ, πειθοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς, ὡς ἐπὶ μίαν εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν ἡ γὰρ γῆ

τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἣλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης σελήνη δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης· ὧν γίγνεται τὸ μὲν ἐν συνόδῳ τὸ δʼ ἐν διχομηνίᾳ καὶ ὁ Λεύκιος ἔφη σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτʼ ἐστί· πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον· ἔστι γὰρ κῶνος, ἅτε καὶ μεγάλου πυρὸς; ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον· ὅθεν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχουσιν· ἃς γὰρ ἂν στρογγύλῳ στρογγύλῳ προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχῃ, πανταχόσε χωροῦσαι διʼ ὁμοιότητα γίγνονται κυκλοτερεῖς; δεύτερον οἶμαί σε γιγνώσκειν, ὅτι σελήνης; μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δʼ ἡ μὲν σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, ἥλιος δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν· ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δʼ ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δʼ ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δʼ ἔμπροσθεν ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον ἐπιβάλλει τὸ ἐπιπροσθοῦν ἐπιβάλλει δʼ ἐκείνῳ μὲν ἀφʼ
ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτῃ δʼ ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐτῆς. ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύπτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο παθοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι· καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμασιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις. ἀλλὰ τὸ αἴτιον ἐν τῇ σκιᾷ τῆς διαφορᾶς ἔστιν· εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν, ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ τῇ κορυφῇ καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις ὑπʼ αὐτῆς καὶ διαπερᾷ τὸ βύθιον καὶ σκοτωδέστατον ἄνω δʼ οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δʼ ὅσα χωρὶς ἰδίᾳ πρὸς τὰς βάσεις καὶ τὰς διαφορήσεις ἐλέχθη· καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν· ἀλλʼ ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν. ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος, οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῷ τὴν οὐσίαν καὶ σφίγγοντος· εἴτε τῆς αἰσθήσεως; τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ
θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερά, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον· ἐν γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίγνεται δύσεργος καὶ ἀμβλυτέρα· σκίδνησι γὰρ ἡ θερμότης; καὶ διαχεῖ τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δʼ ὁπηνίκα φαίνεται· τουτέστι κρύπτεσθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίγνεσθαι καταφανῆ δἰ ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῇ σκιᾷ τῆς γῆς ὑποδυομένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίοδοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τετρακοσίας ἑξαμήνους ἔχουσι τὰς δʼ ἄλλας πενταμήνους. ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην ἐν τῇ σκιᾷ λαμπρυνομένην· ἡ δʼ ἐν τῇ σκιᾷ μὲν ἐκλείπει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δʼ αὖθις, ὅταν ἐκφύγῃ τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές.