De Facie Quae in orbe Lunae Apparet
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου,
συνεξέδραμον ἅμα πως τῷ λόγῳ ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἣτις ἴδιός ἐστιν αὐτῆς. ὁ δʼ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς; τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. ἐγὼ δὲ τοῦτο μὲν ἔφην πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου· τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλʼ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην ---. καὶ ὅλως ἔφην εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ. πρὸς; σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι· τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδʼ ἴχνος ἐμμένειν οὐδʼ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον· ὥς που καὶ Ὅμηρος εἴρηκενὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρός, στερεῷ καὶ ῥίζαν ἔχοντι προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος· αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς; καὶ ὕλης, ταχὺ διʼ ἀσθένειαν ἀναλυομένης· ὥστʼ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλʼ οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη· πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον· καὶ ὥραν ἀφορίζοντες ἂν ἀφʼ ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας· ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν· ἀπὸ δʼ ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα· καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφʼ ἧς δὴ καὶ μάλιστα γλαυκῶπιν αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος· ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἣλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς· ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδʼ ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις ἐλαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθʼ ἀποδίδωσιν; ἄστρον. μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν ἢ γλαυκὸν ἢ κυανοειδές· ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφʼ ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν· ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος ἰοειδέα καλῶν καὶ οἴνοπα πόντον, αὖθις δέ πορφύρεον κῦμα γλαυκήν τʼ ἄλλως θάλασσαν καὶ λευκὴν γαλήνην τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτʼ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλʼ ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης ὁ παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ διηγούμενος οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς ἐν ἑαυτῇ μηδʼ ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης, κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι λείοις περιφερόμενον· εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτʼ ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον ἡ σελήνη, ἥτις --- ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι· τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν ὥσπερ ἄλλον τινὰ θεὸν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδʼ ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλʼ ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν.
- αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ
- ἀνθρακιὴν στορέσασα
ὑπολαβὼν δʼ ὁ Ἀπολλωνίδης εἶτʼ, ὦ πρὸς αὐτῆς ἔφη τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν δυνατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας, ὥστε σκιὰν ποιεῖν τοσαύτην ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφʼ ἡμῶν οὐχ ὁρῶνται κἀγὼ μειδιάσας πρὸς αὐτὸν εὖγʼ ἔφην ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ
Ἀπολλωνίδη, διʼ ἧς κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας οὐκ ἐν ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωῒ μάλιστα καὶ δείλης, εἰ οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτʼ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδʼ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμενἌθως καλύψει πλευρὰ Λημνίας βοός·ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκῷ τινι βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων, --- τὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν, πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθʼ ἡμέραν αἱ περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ· καὶ τῆς σελήνης τὴν ἀντίληψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνουσιν.
ἀλλʼ ἐκεῖνο μᾶλλον ἔφην ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφʼ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τὴν τʼ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἣλιον αὐτόν, ἀφʼ οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δʼ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθʼ ἡμέραν, ὅταν ἀνάκλασις ἀπʼ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατʼ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. τί οὖν ἔφη πρὸς αὐτοὺς λεκτέον ὁ Ἀπολλωνίδης; κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως. ἀμέλει τρόπον τινά ἔφην ἐγώ κοινά, τρόπον δʼ ἄλλον οὐδὲ κοινά· πρῶτον δʼ ὅρα
τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης· μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδʼ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλʼ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδʼ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφʼ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον, ἀφʼ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δʼ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου διʼ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δʼ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτʼ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. --- ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδʼ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δʼ εἶπον καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δʼ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις διʼ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν.ἡμεῖς μὲν οὖν ἔφην ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δʼ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· νʼ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον. ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων ἐγώ τοι, ὦ Λαμπρία εἶπεν ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δʼ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλʼ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ
ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνατροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸςἀτρεκῆ
φύλακα καὶ δημιουργόν.ὁρᾷς δʼ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόση καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλʼ, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δʼ ἕλικα τὴν δʼ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ
πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὺς βίωνἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτʼ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ· γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλʼ --- ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτʼ ἐσθίοντας μήτε πίνοντας ἀλλʼ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης;
ταῦτα τοῦ Θέωνος εἰπόντος, κάλλιστὰ γʼ ἔφην καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς ἡμῶν ἔλυσας, διʼ ἃ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδʼ αὐστηρὰν εὐθύνην προσδοκῶσι· καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηδέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν διʼ ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος, ὥσπερ ἄκροις τισὶν ἢ χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ φυτῶν, τῶν δʼ ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος
ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι· καὶ γὰρ ἀναθυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι καὶ τῶν πνευμάτων τὰ ἥδιστα, θέρους ἀκμάζοντος, ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσιν ἡμέρας τε καὶ νυκτὸς ἕστηκεν ἀτρεκὴς ἐν μέσῳ φύλαξ κατὰ Πλάτωνα καὶ δημιουργός. οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέχειν δʼ ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν διαχεομένῳ καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγκρασιν, ᾗ συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καὶ πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον. ἔπειτα τῶν γʼ εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπʼ αὐτῆς οἴκησιν· ἥ τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβιωκότας· ἥ τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην· αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι. τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφʼ ἡλίου παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους· εἴσῃ δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν, ἀμέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι δἰ ἀέρος θολεροῦ καὶ συνεπερείδοντος; θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην· ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. ὕλην δὲ καὶ καρποὺς αὐτοῦ μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρʼ ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν, οἶμαι, τῇ πλεῖστον ὑομένῃ πολυκαρπία συμφέρεσθαι διʼ ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δʼ αὐτὰ φυτὰ τῷ γένει παρʼ ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν ἐν δὲ Λιβύῃ καὶ παρʼ ὑμῖν· ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς; ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν· ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δʼ Ἴσιδος τρίχας καλοῦσιν. οἱ δʼ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν. σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν· εἰ δʼ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλʼ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι; πῶς δʼ οὐκ εἰκὸς; ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδʼ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπʼ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δʼ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος
- Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται
- ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.
Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας,ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἣλιον ἀντιπαθῆ φύσιν ἔχειν· εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν ἀλλὰ καὶ τὴν ἀπʼ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδʼ εἶναί μοι δοκοῦσιν· ἣν δʼ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών
οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρἔργῳ δʼ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δʼ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι· καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἣλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλʼ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς· ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δʼ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι
σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περκαὶ
τόσσον ἔνερθʼ Ἀίδεω, ὅσον οὐρανὸς ἔστʼ ἀπὸ γαίης,ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.
ἔτι δʼ ἐμοῦ σχεδὸν λέγοντος, ὁ Σύλλας ὑπολαβών ἐπίσχες εἶπεν ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον τοῦ λόγου, μὴ λάθῃς τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν ἑτέραν ἔχον σκηνὴν καὶ διάθεσιν, ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δʼ αὐτοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει καθʼ Ὅμηρον ἀρξάμενος
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖταιδρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι πρὸς; ἑσπέραν· ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλλήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς; ἡλίου θερινάς· ὧν ἐν μιᾷ τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολογοῦσιν ὑπὸ τοῦ Διός, τὸν δʼ ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον πέλαγος ὀνομάζουσι, πέραν κατῳκίσθαι τὴν δὲ μεγάλην ἤπειρον, ὑφʼ ἧς ἡ μεγάλη περιέχεται κύκλῳ θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχειν, τῆς δʼ Ὠγυγίας περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ· βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος· τὰ δὲ· ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν καὶ γίγνεσθαι προσχώσεις ἀπʼ αὐτῶν καὶ βαρεῖαν εἶναι καὶ γεώδη τὴν θάλατταν, ᾗ καὶ πεπηγέναι δόξαν ἔσχε. τῆς δʼ ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῷ στόματι τοῦ Κασπίου πελάγους μάλιστα κατʼ εὐθεῖαν κεῖσθαι· λαλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν αὑτοὺς νησιώτας δὲ τοὺς ταύτην τὴν γῆν κατοικοῦντας, ὡς καὶ κύκλῳ περίρρυτον οὖσαν ὑπὸ τῆς θαλάσσης· οἴεσθαι δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθʼ Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεννύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττῃ τε βαρβαρικῇ καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον διὸ τιμὰς ἔχειν πρώτας τὸν Ἡρακλέα, δευτέρας δὲ τὸν Κρόνον. ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν Φαίνοντα μὲν ἡμεῖς, ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγένηται διʼ ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν χρόνῳ πολλῷ τὰ περὶ τὴν θυσίαν καὶ τὸν ἀπόπλουν ἐκπέμπειν κλήρῳ λαχόντας ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους· ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις· τοὺς δὲ διασωθέντας ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς προκειμένας νήσους οἰκουμένας δʼ ὑφʼ Ἑλλήνων κατίσχειν καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον ἐφʼ ἡμέρας τριάκοντα καὶ νύκτα τοῦτʼ εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν περιλαμπόμενον ἐκεῖ διατρίψαντας ἡμέρας ἐνενήκοντα, μετὰ τιμῆς καὶ φιλοφροσύνης ἱεροὺς νομιζομένους καὶ προσαγορευομένους, ὑπὸ πνευμάτων ἢδη περαιοῦσθαι· μηδʼ ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τʼ, αὐτοὺς καὶ τοὺς πρὸ αὐτῶν ἀποπεμφθέντας· ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκʼ ἔτη συλλατρεύσαντας, αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν, τοὺς μὲν ὑπὸ συνηθείας, τοὺς δʼ ὅτι πόνου δίχα καὶ πραγμάτων ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις ἢ περὶ λόγους τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι. θαυμαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραότητα τοῦ περιέχοντος ἀέρος, ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμποδὼν γίγνεσθαι διανοηθεῖσιν ἀποπλεῖν ὥσπερ συνήθεσι καὶ φίλοις ἐπιδεικνύμενον οὐκ ὄναρ γὰρ μόνον οὐδὲ διὰ συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι δαιμόνων καὶ φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν ἄντρῳ βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα, τὸν γὰρ ὕπνον αὐτῷ μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ Διός, ὄρνιθας; δὲ τῆς πέτρας κατὰ κορυφὴν εἰσπετομένους ἀμβροσίαν ἐπιφέρειν αὐτῷ, καὶ τὴν νῆσον εὐωδίᾳ κατέχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένῃ τῆς πέτρας· τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν Κρόνον, ἑταίρους αὐτῷ γενομένους, ὅτε δὴ θεῶν καὶ ἀνθρώπων ἐβασίλευε καὶ πολλὰ μὲν ἀφʼ ἑαυτῶν μαντικοὺς ὄντας προλέγειν, τὰ δὲ μέγιστα καὶ περὶ τῶν μεγίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν ὅσα γὰρ ὁ Ζεύς προδιανοεῖται, ταῦτʼ ὀνειροπολεῖν τὸν Κρόνον· εἶναι δʼ ἀνάστασιν τὰ τιτανικὰ πάθη καὶ κινήματα τῆς ψυχῆς ἐν αὐτῷ παντάπασιν ὁ ὕπνος καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθʼ ἑαυτὸ καθαρὸν καὶ ἀκήρατον. ἐνταῦθα δὴ κομισθείς, ὡς ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς, ἀστρολογίας μὲν ἐφʼ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε, φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώμενος. ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής· οὕτω γὰρ ὡς ἔοικε τὴν παρʼ ἡμῖν οἰκουμένην ὀνομάζουσιν ἐπειδὴ τὰ τριάκοντʼ ἔτη διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν, ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν ἔπαθε καὶ ὅσους ἀνθρώπους διῆλθεν, ἱεροῖς τε γράμμασιν ἐντυγχάνων ἔν τε τελεταῖς πάσαις τελούμενος, οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, εὖ μάλα καὶ καθʼ ἕκαστον ἀπομνημονεύων ὅσα δʼ οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε. πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρʼ ἡμῖν μεγάλας ἔχοντος καί τινας, ὅθʼ ἡ προτέρα πόλις ἀπώλλυτο, διφθέρας ἱερὰς ὑπεκκομισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῇ κειμένας ἐξευρὼν τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην, ὡς τοῦ βίου κυριωτάτην οὖσαν --- ἐχομένην.
θαυμάζοντος δʼ ἐμοῦ ταῦτα καὶ δεομένου σαφέστερον ἀκοῦσαι, πολλά εἶπεν ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρʼ Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν ἡ δʼ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν ὡς φωσφόρος οὖσα,. κόρη δʼ ὅτι καὶ τοῦ ὄμματος, ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ
τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι --- ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτί, νῦν δʼ ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρʼ ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ ὑπὸ τῆς μητρός, τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν· ἐπεὶ τὸν γʼ Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτʼ εἶπενἀλλʼ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης·ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας· εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδʼ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι, ῥᾷστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.
τίς δʼ οὗτός ἐστιν, ὦ Σύλλα;μὴ περὶ τούτων ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι. τὸν
ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυεῖν δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται· μόριον γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων· ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος· νοῦς γὰρ ψυχῆς ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ δʼ ἡ μὲν ψυχῆς καὶ σώματος μῖξις τὸ ἄλογον καὶ τὸ παθητικόν, ἡ δὲ νοῦ καὶ ψυχῆς σύνοδος λόγον, ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δʼ ἀρετῆς καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμ̓ ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν --- ὥσπερ αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δʼ ἀποθνήσκομεν θάνατον, ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ δʼ ἓν ἐκ δυεῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ τῆς Δήμητρος --- ἐν αὐτῇ τελεῖν, καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· ὁ δʼ ἐν τῇ σελήνῃ τῆς Φερσεφόνης, καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δʼ οὐράνιος· λύει δʼ αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς κέκληται· μόνον γὰρ γίγνεται τὸ βέλτιστον τἀνθρώπου διακρινόμενον αὐτῆς. συντυγχάνει δʼ οὕτως κατὰ φύσιν ἑκάτερον· πᾶσαν ψυχήν, ἄνουν τε καὶ σὺν νῷ, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν ἐν τῷ· μεταξὺ γῆς καὶ σελήνης χωρίῳ πλανηθῆναι χρόνον οὐκ ἴσον ἀλλʼ αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι· τὰς δʼ ἐπιεικεῖς, ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι τοὺς ἀπὸ τοῦ σώματος ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραοτάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ γίγνεσθαι χρόνον τινὰ τεταγμένον· εἶθʼ οἷον ἐξ ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα, γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα θορύβῳ καὶ πτοήσει συγκεκραμένην μετʼ ἐλπίδος ἡδείας ἔχουσι· πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας, αἱ δʼ ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρέσχοντο. δεύτερον, ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην, ὥσπερ ἐνταῦθα, τῷ περὶ τὴν σελήνην αἰθέρι, καὶ τόνον ἀπʼ αὐτοῦ καὶ δύναμιν, οἷον τὰ στομούμενα βαφὴν, ἴσχουσι· τὸ γὰρ ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίγνεται σταθερὸν καὶ διαυγές, ὥσθʼ ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι· καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι αἱ ψυχαὶ ὀσμῶνται καθʼ Ἅιδην.ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος; καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδʼ ἄμικτον, ἀλλʼ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δʼ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς· κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν --- μεταξὺ φύσεων ἀναλογίᾳ δοθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ
Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθʼ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ. σμικρότητος, ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται· διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς ψυχάς· ἐκφοβεῖ δʼ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δʼ οὐ τοιοῦτον, ἀλλʼ ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα· καλοῦσι δʼ αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν, ἢδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι· τὰ δὲ δύο μακρά· περαιοῦνται γὰρ αἱ ψυχαὶ διʼ αὐτῶν, νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δʼ ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπʼ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δἰκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι · καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ
τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δʼ οἱ μὲν πρότερον οἱ δʼ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δʼ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, διʼ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δʼ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην ἀπʼ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δʼ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται·οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλʼ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθʼ Ἅιδου
αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδʼ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδʼ ὑγρότητες, ἀλλʼ ᾧ διανοούμεθα καὶ φρονοῦμεν· ἥ τε ψυχὴ τυπουμένη μὲν · ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον, εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δʼ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· ἐπεὶ δʼ αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ --- ἀλλʼ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδʼ ἥσυχον οὐδʼ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον , ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατʼ ἄλλην καὶ ἄλλην δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δʼ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπʼ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.
- τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
- εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν.
15.ταῦτʼ εἶπεν ὁ Σύλλας ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνῳ δʼ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν· ὑμῖν δʼ, ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν βούλεσθε.