Quaestiones Naturales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

διὰ τί πυροφόρος ἡ πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον ἡ λεπτόγεως;

ἦ ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶς,· ἀσθενέστερον δʼ ἡ κριθὴ καὶ μανότερον· ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν; μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον· διὸ καὶ συντελεῖται τάχιον.