Quaestiones Naturales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν;
ἦ κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος; κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος· ὑόμενος δὲ πρὸ τοῦ θέρους ὁ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα· ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλʼ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.