De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι

σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν, αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν, ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον ἂν οἱ Φωκεῖς. καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν ἔπραξαν,, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς προδοσίας ἀπολειφθέντας. εἰ τοίνυν Θεσσαλούς τις ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ
ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλμένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι· τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς
ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν.

οὐ δεῖ δὲ θαυμάζειν, εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους καὶ συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι. Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων οὕτως; οὐδʼ ἐπαινεῖν ἄνευ τοῦ ψέγειν οἶδεν, ἀλλʼ ἵνʼ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. ἀντιμαρτυρεῖ δʼ αὐτῷ τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας. αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπλεύσαντα πλοίοις ἑκατόν, εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δʼ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. ὅτι δʼ οὐκ

ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλʼ ἐπʼ αἰσχύνῃ Ναξίων συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι, Σιμωνίδης ἐδήλωσε
  1. Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα
  2. Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει
  3. πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δʼ ὑπὸ χεῖρα
  4. ῥύσατο βαρβαρικὴν Δωρίδʼ ἁλισκομένην.

ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων; εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν,

εἶπε οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται. καὶ μετʼ ὀλίγον ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν εὖθʼ ὑπειπὼν ὅτι κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην πάλιν αὐταῖς λέξεσι γέγραφεν ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς. ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;