De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ὁ δʼ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν, αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δʼ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δʼ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δʼ οὐχ εὑρίσκετο Ξέρξης, ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν περιχυθέντων διεφθάρησαν, ὅσα δʼ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ̓ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου καὶ τοῦτον ἐθεῶντο πατέρες; αὐτῶν καὶ μητέρες· αὐτὸς δʼ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην πολλοὺς μὲν ἔφη τεθνηξομένους· πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, μεταστραφεὶς εἶπεν ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν. ἐν

δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου τῷ ἑτέρῳ καὶ ἔπεμπεν ὁ δʼ οὐκ ἐδέξατο φήσας μετʼ ὀργῆς μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν· τὸν δʼ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δʼ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη. ταῦτʼ οὐκ ἄν τις ἐπετίμησεν, ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πολλὰ τοιαῦτα συναγαγὼν καὶ διαμνημονεύων, οὐκ ἀμελείᾳ δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα καλὰς δὲ φωνὰς ἀλλʼ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.

τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους· οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι μάχεσθαι. καὶ τίς ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς δὲ τούτοις γέγραφεν, ὅτι τῶν ἄλλων ἐπειγομένων ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς

τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν, καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας. ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες. ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; τοὺς μὲν αὐτῶν ἀπέκτειναν οἱ βάρβαροι προσιόντας ὡς αὐτὸς εἴρηκε· τοὺς δὲ πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω. οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός, ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων
πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις, ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ καὶ Λεοντιάδῃ · τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν ἂν ἐξορχούμενος τὴν ἀλήθειαν οὐ φροντὶς Ἡροδότῳ.

ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν

  1. ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν
  2. κρηπῖδʼ ἐλευθερίας
Ἡρόδοτος δέ, ὑφʼ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας ἀργύριον λαβόντων. καὶ τοῦτο πέρας οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας· οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον, ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν· λέγει δʼ οὕτω τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἣκιστα Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν Ἑλλάδα καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν οὕτως ὀνομάσαι μᾶλλον δʼ ὀνειδίσαι δεδόσθω· ὁ δὲ καὶ πρότερον δρασμὸν εἶπεν καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω πικρῶς; τῷ ῥήματι προσπέφυκε. τοῖς βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν
Ἑλλήνων οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας. τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους, οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι φεύγειν ὡς πολὺ κρατοῦντας; εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει καὶ ἀλαζονείαν; ἔχει δʼ οὕτω τοὐπίγραμμα
  1. παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας
  2. παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει
  3. ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων,
  4. σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.
ἐν μὲν οὖν ταῖς μάχαις οὐκ ἔταξε τοὺς Ἕλληνας οὐδʼ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν ὑστάτους δʼ Ἀθηναίους.