Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Ἀνδοκίδης Λεωγόρου μὲν ἦν πατρὸς τοῦ Ἀνδοκίδου τοῦ θεμένου ποτὲ πρὸς Λακεδαιμονίους εἰρήνην; νην Ἀθηναίοις, τῶν δήμων δὲ Κυδαθήναιος ἢ Θορεύς, γένους εὐπατριδῶν, ὡς δʼ Ἑλλάνικος καὶ ἀπὸ Ἑρμοῦ· καθήκει γὰρ εἰς αὐτὸν τὸ κηρύκων γένος· διὸ καὶ προεχειρίσθη ποτὲ μετὰ Γλαύκωνος σὺν ναυσὶν εἴκοσι Κερκυραίοις βοηθήσων, διαφερομένοις πρὸς Κορινθίους. μετὰ δὲ ταῦτα αἰτιαθεὶς ἀσεβεῖν ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια, κριθεὶς

ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος ἐξεῦρε τοὺς περὶ τὰ ἱερὰ ἁμαρτόντας, ἐν οἷς καὶ τὸν αὑτοῦ πατέρα ἐμήνυσε. καὶ τοὺς μὲν ἄλλους πάντας ἐλέγξας ἐποίησεν ἀπολέσθαι τὸν δὲ πατέρα ἐρρύσατο, καίτοι δεδεμένον ἤδη, ὑποσχόμενος πολλὰ λυσιτελήσειν αὐτὸν τῇ πόλει· καὶ οὐκ ἐψεύσατο· ἤλεγξε γὰρ ὁ Λεωγόρας πολλοὺς δημόσια χρήματα σφετεριζομένους καὶ ἄλλα τινὰ ἀδικοῦντας. καὶ διὰ μὲν ταῦτα ἀφείθη τῆς· αἰτίας· οὐκ εὐδοκιμῶν δʼ ὁ· Ἀνδοκίδης ἐπὶ τοῖς πολιτευομένοις ἐπέθετο ναυκληρίᾳ,καὶ τοῖς τε Κυπρίων βασιλεῦσι καὶ πολλοῖς ἄλλοις δοκίμοις ἐπεξενώθη ὅτε καὶ μίαν τῶν πολιτίδων, Ἀριστείδου θυγατέρα, ἀνεψιὰν οὖσαν αὐτῷ, λάθρα τῶν οἰκείων
ἐξαγαγὼν ἔπεμψε δῶρον τῷ Κυπρίων βασιλεῖ. μέλλων δʼ ἐπὶ τούτοις εἰς δικαστήριον εἰσάγεσθαι πάλιν αὐτὴν ἐξέκλεψεν ἀπὸ τῆς Κύπρου, καὶ ληφθεὶς ὑπὸ τοῦ βασιλέως ἐδέθη· διαδρὰς δʼ ἧκεν εἰς τὴν πόλιν, καθʼ ὃν χρόνον οἱ τετρακόσιοι διεῖπον τὰ πράγματα· δεθεὶς δʼ ὑπὸ τούτων καὶ διαφυγών, αὖθις ὁπότε κατελύθη ἡ ὀλιγαρχία, --- ἐξέπεσε τῆς πόλεως, τῶν τριάκοντα τὴν ἀρχὴν παραλαβόντων. οἰκήσας δὲ τὸν τῆς φυγῆς χρόνον ἐν Ἤλιδι, κατελθόντων τῶν περὶ Θρασύβουλον, καὶ αὐτὸς ἧκεν εἰς τὴν πόλιν. πεμφθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα καὶ δόξας ἀδικεῖν ἔφυγε. δηλοῖ δὲ περὶ πάντων ἐν τοῖς λόγοις οἷς συγγέγραφεν· οἱ μὲν γὰρ ἀπολογουμένου περὶ τῶν μυστηρίων εἰσίν, οἱ δὲ καθόδου δεομένου. σῴζεται δʼ αὐτοῦ καὶ ὁ περὶ τῆς ἐνδείξεως λόγος καὶ Ἀπολογία πρὸς Φαίακα καὶ περὶ τῆς εἰρήνης. καὶ ἤκμακε μὲν κατὰ τοῦτον τὸν χρόνον ἅμα Σωκράτει τῷ φιλοσόφῳ· ἀρχὴ δʼ αὐτῷ τῆς γενέσεως ὀλυμπιὰς μὲν ἑβδομηκοστὴ ὀγδόη, ἄρχων δʼ Ἀθήνησι Θεογενίδης· ὥστʼ εἶναι πρεσβύτερον αὐτὸν Λυσίου ἔτεσί που ἑκατόν. τούτου δʼ ἐπώνυμός ἐστι καὶ Ἑρμῆς ὁ Ἀνδοκίδου καλούμενος, ἀνάθημα μὲν ὢν φυλῆς Αἰγηίδος, ἐπικληθεὶς δʼ Ἀνδοκίδου διὰ τὸ πλησίον παροικῆσαι τὸν Ἀνδοκίδην. καὶ αὐτὸς δʼ
ἐχορήγησε κυκλίῳ χορῷ τῇ αὑτοῦ φυλῇ ἀγωνιζομένῃ διθυράμβῳ, καὶ νικήσας ἀνέθηκε τρίποδα ἐφʼ ὑψηλοῦ ἀντικρὺ τοῦ πωρίνου Σειληνοῦ. ἔστι δʼ ἁπλοῦς καὶ ἀκατάσκευος ἐν τοῖς λόγοις, ἀφελής τε καὶ ἀσχημάτιστος.