Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Ἀντιφῶν Σοφίλου μὲν ἧν πατρὸς τῶν δὲ δήμων ʽπαμνούσιος· μαθητεύσοις δὲ τῷ πατρὶ ʽἦν γὰρ σοφιστῆς, ᾧ καὶ Ἀλκιβιάδην φασὶν ἑτι παῖδα ὄντα φοιτῆσαἰ καὶ δύναμιν λόγων κτησάμενος, ὥς τινες νομίζουσιν, ἀπʼ οἰκείας φύσεως, ὥρμησε μὲν πολιτεύεσθαι· διατριβὴν δὲ συνέστησε καὶ Σωκράτει τῷ φιλοσόφῳ διεφέρετο τὴν ὑπὲρ τῶν λόγων διαφορὰν οὐ φιλονείκως ἀλλʼ ἐλεγκτικῶς, ὡς Ξενοφῶν ἱστόρηκεν ἐν τοῖς Ἀπομνημονεύμασι. καί τινας λόγους τοῖς δεομένοις τῶν πολιτῶν συνέγραφεν εἰς τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας πρῶτος ἐπὶ τοῦτο τραπείς, ὥσπερ τινές φασι τῶν γοῦν πρὸ αὐτοῦ γενομένων οὐδενὸς φέρεται δικανικὸς λόγος, ἀλλʼ οὐδὲ τῶν κατʼ αὐτόν, διὰ τὸ μηδέπω ἐν ἔθει τοῦ συγγράφειν εἶναι, οὐ Θεμιστοκλέους οὐκ Ἀριστείδου οὐ Περικλέους, καίτοι πολλὰς ἀφορμὰς καὶ ἀνάγκας παρασχόντων αὐτοῖς τῶν καιρῶν καὶ γὰρ οὐ διʼ ἀσθένειαν ἀπελείποντο τοῦ συγγράφειν, ὡς δῆλον ἐκ τῶν εἰρημένων παρὰ τοῖς συγγραφεῦσι περὶ ἑνὸς

Χ ορατορυμ Ωιταε. ἑκάστου τῶν· προειρημένων ἀνδρῶν. ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι, πρεσβύτῃ ἤδη ὄντι, οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον. πρῶτος δὲ καὶ ῥητορικὰς τέχνας ἐξήνεγκε, γενόμενος ἀγχίνους· διὸ καὶ Νέστωρ ἐπεκαλεῖτο. Καικίλιος δʼ ἐν τῷ περὶ αὐτοῦ συντάγματι Θουκυδίδου τοῦ συγγραφέως καθηγητὴν τεκμαίρεται γεγονέναι ἐξ ὧν ἐπαινεῖται παρʼ αὐτῷ ὁ Ἀντιφῶν. ἔστι δʼ ἐν τοῖς· λόγοις ἀκριβὴς καὶ πιθανὸς καὶ δεινὸς περὶ τὴν εὕρεσιν καὶ ἐν τοῖς ἀπόροις τεχνικὸς καὶ ἐπιχειρῶν ἐξ ἀδήλου καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος. γέγονε δὲ κατὰ τὰ Περσικὰ καὶ Γοργίαν τὸν σοφιστήν, ὀλίγῳ νεώτερος αὐτοῦ · καὶ παρατέτακεν ἕως καταλύσεως τῆς δημοκρατίας ὑπὸ τῶν τετρακοσίων. γενομένης, ἣν αὐτὸς δοκεῖ συγκατασκευάσαι, ὁτὲ μὲν δυσὶ τριηραρχῶν ναυσὶν ὁτὲ δὲ στρατηγῶν, καὶ πολλαῖς μάχαις νικῶν, καὶ συμμαχίας μεγάλας αὐτοῖς προσαγόμενος, καὶ τοὺς ἀκμάζοντας ὁπλίζων, καὶ τριήρεις πληρῶν ἑξήκοντα, καὶ πρεσβεύων δʼ ἑκάστοτε ὑπὲρ αὐτῶν εἰς Λακεδαίμονα, ἡνίκα ἐτετείχιστο Ἠετιώνεια. μετὰ δὲ τὴν σε κατάλυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμῳ
ἑνὶ τῶν τετρακοσίων, ἑάλω, καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπαχθεὶς ἄταφος ἐρρίφη καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἀνεγράφη. οἱ δʼ ὑπὸ τῶν τριάκοντα ἀνῃρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο. ὅτι δʼ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Φιλιππικῶν ἀλλʼ οὗτός γʼ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, · οὗ καὶ Κρατῖνος ἐν Πυτίνῃ ὡς πονηροῦ μνημονεύει· πῶς γὰρ ἂν ὁ προτεθνεὼς καὶ ἀναιρεθεὶς ἐπὶ τῶν τετρακοσίων πάλιν ἐπὶ τῶν τριάκοντα εἴη; ἔστι δὲ καὶ ἄλλος λόγος περὶ τῆς τελευτῆς αὐτοῦ. πρεσβευτὴν γὰρ ὄντα αὐτὸν εἰς Συρακούσας πλεῦσαι, ἡνίκα ἢκμαζεν ἡ τοῦ προτέρου Διονυσίου τυραννίς· γενομένης δὲ παρὰ πότον ζητήσεως, τίς ἄριστός; ἐστι χαλκός, καὶ τῶν πολλῶν διαφερομένων, αὐτὸν εἰπεῖν ἄριστον εἶναι ἐξ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων πεποίηνται· τοῦτο δʼ ἀκούσαντα τὸν Διονύσιον καὶ ὑπονοήσαντα προτροπὴν εἰς ἐπίθεσιν εἶναι τὸ ῥηθὲν προστάξαι ἀναιρεθῆναι αὐτόν οἱ δέ, ὅτι τὰς τραγῳδίας αὐτοῦ διέσυρε, χαλεπήναντα. φέρονται δὲ τοῦ ῥήτορος λόγοι ἑξήκοντα; ὧν
κατεψευσμένους; φησὶ Καικίλιος εἶναι τοὺς εἰκοσιπέντε. κεκωμῴδηται δʼ εἰς φιλαργυρίαν ὑπὸ Πλάτωνος ἐν Πεισάνδρῳ. λέγεται δὲ τραγῳδίας συνθεῖναι καὶ ἰδίᾳ καὶ σὺν Διονυσίῳ τῷ τυράννῳ. ἔτι δʼ ὢν πρὸς τῇ ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία ὑπάρχει· ἐν Κορίνθῳ τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθʼ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δʼ οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου περὶ ποιητῶν βιβλίον εἰς Ἀντιφῶντα ἀναφέρουσιν. ἐπαινεῖται δʼ αὐτοῦ μάλιστα ὁ περὶ Ἡρώδου, καὶ ὁ πρὸς Ἐρασίστρατον περὶ. τῶν ταῶν, καὶ ὁ περὶ τῆς εἰσαγγελίας, ὃν ὑπὲρ ἑαυτοῦ γέγραφε, καὶ ὁ πρὸς Δημοσθένη τὸν στρατηγὸν παρανόμων. ἔγραψε δὲ καὶ κατὰ Ἱπποκράτους; τοῦ στρατηγοῦ λόγον καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. ψήφισμα ἐπὶ Θεοπόμπου ἄρχοντος, ἐφʼ οὗ οἱ τετρακόσιοι κατελύθησαν, καθʼ ὃ ἔδοξεν Ἀντιφῶντα κριθῆναι, ὃ Καικίλιος παρατέθειται. ἔδοξε τῇ βουλῇ μιᾷ καὶ εἰκοστῇ τῆς πρυτανείας· Δημόνικος Ἀλωπεκῆθεν
Φιλόστρατος, Φιλόστρατοιε Παλληνεὺς ἐπεστάτει· Ἄνδρων εἶπε περὶ τῶν ἀνδρῶν, οὓς ἀποφαίνουσιν οἱ στρατηγοὶ πρεσβευομένους εἰς Λακεδαίμονα ἐπὶ κακῷ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ ἐκ τοῦ στρατοπέδου πλεῖν ἐπὶ πολεμίας νεὼς καὶ πεζεῦσαι διὰ Δεκελείας, Ἀρχεπτόλεμον καὶ Ὀνομακλέα καὶ Ἀντιφῶντα συλλαβεῖν καὶ ἀποδοῦναι εἰς τὸ δικαστήριον, ὅπως δῶσι δίκην παρασχόντων δʼ αὐτοὺς οἱ στρατηγοί, καὶ ἐκ τῆς βουλῆς οὕστινας ἂν δοκῇ τοῖς στρατηγοῖς, προσελομένοις μέχρι δέκα, ὅπως ἂν περὶ παρόντων γένηται ἡ κρίσις. προσκαλεσάσθωσαν δʼ αὐτοὺς οἱ θεσμοθέται ἐν τῇ αὔριον ἡμέρᾳ καὶ εἰσαγόντων, ἐπειδὰν αἱ κλήσεις ἐξήκωσιν εἰς τὸ δικαστήριον, περὶ προδοσίας κατηγορεῖν τοὺς ᾑρημένους συνηγόρους καὶ τοὺς στρατηγοὺς καὶ ἄλλους, ἄν τις βούληται· ὅτου δʼ ἂν καταψηφίσηται τὸ δικαστήριον, περὶ αὐτοῦ ποιεῖν κατὰ τὸν νόμον, ὃς κεῖται περὶ τῶν προδόντων. Τούτῳ ὑπογέγραπται τῷ δόγματι ἡ καταδίκη. προδοσίας ὦφλον Ἀρχεπτόλεμος Ἱπποδάμου Ἀγρύληθεν παρών, Ἀντιφῶν Σοφίλου Ῥαμνούσιος· παρών τούτοιν· ἐτιμήθη τοῖς, ἕνδεκα παραδοθῆναι καὶ τὰ χρήματα δημόσια εἶναι καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον, καὶ τὼ οἰκία κατασκάψαι αὐτῶν καὶ ὅρους θεῖναι
τοῖν οἰκοπέδοιν, ἐπιγράψαντας ΑΡΧΕΠΤΟΛΕΜΟΥ ΚΑΙ ΑΝΤΙΦΩΝΤΟΣ ΤΟΙΝ ΠΡΟΔΟΝΤΟΙΝ. τὼ δὲ δημάρχω ἀποφῆναι τὴν οὐσίαν αὐτοῖν καὶ μὴ ἐξεῖναι θάψαι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα Ἀθήνησι, μηδʼ ὅσης Ἀθηναῖοι κρατοῦσι· καὶ ἄτιμον εἶναι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα καὶ γένος τὸ ἐκ τούτοιν, καὶ νόθους καὶ γνησίους καὶ ἐάν τις ποιήσηταί τινα τῶν ἐξ Ἀρχεπτολέμου καὶ Ἀντιφῶντος, ἄτιμος ἔστω ὁ ποιησάμενος. ταῦτα δὲ γράψαι ἐν στήλῃ χαλκῇ · καὶ ᾗπερ ἀνάκειται τὰ ψηφίσματα τὰ περὶ Φρυνίχου, καὶ τοῦτο θέσθαι.