Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πρωτογένους, ὁρᾷς εἶπεν ὁ πατήρ ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι[*](φεύγουσι R: φεύγειν ) τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς; καὶ[*](καὶ] malim ναί) ναὶ μὰ Δίʼ εἶπεν ὁ Ἀνθεμίων· ἄμυνʼ οὖν[*](ἄμυνʼ οὖν *: ἀμύνει ) διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν[*](αὐτὸς ἐρῶν· ἔτι δὲ W: αὐτοὺς ἐρᾶν· εἰ δὲ idem: βοηθήσων )· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς. τί δʼ εἶπεν ὁ πατὴρ

οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ[*](καὶ] εἰ Emperius) πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα; τί δʼ εἰ[*](εἰ - εἰ Leonicus: ἡ - ἡ ) γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν[*](οὐδὲ αὐστηρὸν - δυσκαρτέρητον] fort. οὐ τὸ αὐστηρὸν πικρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς δὲ τὸ σεμνὸν καὶ δυσκαρτέρητον) καὶ κατεγνυπωμένον[*](ib. em. Schneiderus: κατεγρπωμένον ) ἐπαχθὲς[*](ib. lac. 6 E 8 B)· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς[*](ποινὰς Basileensis: πείνας ) καλοῦσιν αὐτὰς καὶ[*](καὶ] ἀεὶ Emperius) τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον[*](em. Winckelmannus: ἔγγυον ) ἐπαγομένην διʼ ὠνῆς καὶ καταχυσμάτων[*](καταχυσμάτων idem: κατεσυμμάτων ); ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλεια[*](idem: ἀγαθοκλία ) διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας,
ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη[*](Winckelmannus: βελεστίη ), πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως Ἀφροδίτης Βελεστίχης[*](Βελεστίχης idem: βελεστικῆς ); ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ[*](δὲ) Δελφοῖς κατάχρυσος ἑστῶσα[*](ἑστῶσα W: δʼ ἑστῶσα ) μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν[*](ἑαυτοὺς Winck. Loco eius lac. 6 E 8 B, nisi quod lac. dat B post γενόμενοι ) καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων[*](δακτύλιον δακτύλων *: δακτύλων ) ἰσχνὸς ὢν[*](ib. Coraes: ἴχνος ὧν cf. Vit. Artax. c. 15) μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον[*](cf. Nauck. p. 274. 275), ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον[*](*: καὶ ἀνελεύθερον ), ἀρετῇ δὲ καὶ γένει προσόντα
φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν[*](*: μουνυχίαν ) τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ[*](δικαίως ἅμα καὶ *: καὶ ὡς ἅμα ) συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ ἔφη τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι[*](ἔνιαι τῶν Βάκχων BE) προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν
ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δʼ ὅλον ἔφη καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ ἔτη γεγενημένην.

ΑΥΤΟΒΟΥΛΟΣ. τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ[*](τῷ *: τοῦ cf. p. 771d) Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα[*](συγκρατήσασα BE) παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς

ἀπέκλεισαν ἅμα δʼ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ[*](περικύκλῳ R: περὶ κύκλῳ ) δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δʼ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δʼ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπʼ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλʼ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους.