Amatorius
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ΑΥΤΟΒΟΥΛΟΣ.λέγω τοίνυν ὁ Πεισίας ἔφη προκηρύξας ἐμοῦ· γʼ ἕνεκα πάσαις γυναιξὶν ἂν[*](ἂν quid lateat incertum. Fort. αὐτὸν ) ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμεν[*](em. Herwerdenus: λάθοιμεν ) ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθὸντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δʼ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν[*](δοκοῦσαν] ποθοῦσαν Emperius. Malim ἀσκοῦσαν ) οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ[*](περιττὰ Salmasius: περὶ τὰ ) χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους[*](em. X: ἐκβεβαίους ) καὶ κενάς[*](καὶ κενὰς Iacobius (ex Clem. Alex. p. 288 Pott.): καὶ κελίους ), ὑφʼ ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται · κἂν μένωσι[*](μὲν ὦσι BE), χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.
ΑΥΤΟΒΟΥΛΟΣ.ἐκεῖνο[*](em. Winckelmannus: ἐκεῖνα ) δʼ οὐ λέγεις[*](λέγεις X: λέγει ) ὁ[*](ib. ὁ *) Πρωτογένης εἶπεν ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος[*](λέγοντος Madvigius: λόγος )
σχεδὸν ἡμεῖς ἔτεσι[*](ἔτεσι R: οὖτος ) τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ[*](em. W: καθάπερ οἱ ) φοίνικας ἢ σῦκ̓[*](ib. σῦΚΑ ἐρινεοῖς ὄμφαΚΑ supplevi: σύκα 10 E 13 B cf. Symb. ) ἐρινεοῖς, ὄμφακα καὶ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς[*](καθείσθω τὰς Duebnerus: καθ̀ αἴσθηται ) ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα[*](σχῆμα Emperius: καὶ σχῆμα ) λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δʼ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω[*](κεκαθήσθω BE) περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.
- μήτε τριηκόντων[*](τριηκόντων Winckelmannus ex Hes. OD 694: τριήκοντʼ ὢν ) ἐτέων μάλα πόλλʼ ἀπολείπων
- μήτʼ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὥριος οὗτος·
- ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο·