Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτʼ ἐσπᾶσι[*](πυραμοῦντες ἐπήγοντο τοῖς παισὶ W. Malim πυραμοῦντες ἐπήγοντʼ ὄντες παισὶ) νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν[*](χειρονόμον mei) ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίου[*](malim παρʼ Ἀμμωνίου) τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.

ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ

σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων ἐνταῦθα δʼ αἱ μοναὶ πέρατα[*](πέρατα Turnebus: πέρα) τῶν κινήσεών εἰσι. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται· πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις καὶ ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, κελαρύζειν καὶ καχλάζειν[*](cf. Hom. Λ 813. Φ 261.)τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι λιλαιόμενα χροὸς ἆσαι,[*](id. ε 323. Λ 574. O 317. Λ 72) καὶ τὴν[*](καὶ τὴν M: τὴν) ἰσόρροπον μάχην ἴσας ὑσμίνη[*](ὑσμίνη] del. Grafius) κεφαλὰς, ἔχειν· πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης
ὁ πετόμενος[*](ib. em. Nauckius: πετάμενος) ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος,
[*](Nauck. p. 678) καὶ περὶ τοῦ ἵππου Πίνδαρος[*](Πίνδαρος] Olymp. 1, 20)
  1. ὅτε παρʼ Ἀλφεῷ[*](idem: ἀλφειῷ) σύτο δέμας
  2. ἀκέντητον ἐν δρόμοισι παρέχων[*](παρεχόμενον mei)
καὶ Ὅμηρος[*](Ὁμηρος] Ψ 503) ἐπὶ τῆς ἱπποδρομίας
  1. ἅρματα δʼ αὖ χαλκῷ[*](ἅρματα δὲ χρυσῷ Homerus) πεπυκασμένα κασσιτέρῳ τε
  2. ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον·
οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως· ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον· ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γιγνόμενον ἔοικε τοῖς ἐν ποιητικῇ κυρίοις[*](Turnebus: κυρίως) ὀνόμασι μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα
  1. καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρὸν τʼ Ἀφροδίτην
  2. [*](Hes. Theog. 16)
  3. Ἥρην[*](Ἡβην Hesiodus) τε χρυσοστέφανον καλήν τε Διώνην·
καὶ
  1. Ἕλληνος[*](Basileensis: ἕλληνες) δʼ ἐγένοντο θεμιστοπόλοι βασιλῆες[*](θεμιστοπόλου βασιλῆος Tzetzes. φιλοπτολέμου βασιλῆος Kinkelius ex Schol. vet. ad Lycophr.)[*](id. Fragm. 27),
  2. Δῶρός τε,Ξοῦθός τε καὶ Αἴολος[*](Ἀίολος *: αἰόλος) ἱππιοχάρμης
εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα
ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δʼ Ἴφικλος[*](ib. em. idem (ex Schol. AB 11. Ξ 323): ἴφιτος cf. p. 285f et Eudoc. Viol. (ed. Flach.) p. 336)·
[*](Nauck. p. 915) καί[*](καὶ Cobetus)
  1. τῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί,[*](Epigramma de Olympiade non inveni in Anthologiis)
  2. καὶ πρόγονοι· κλῄζει δʼ Ἑλλὰς Ὀλυμπιάδα.
τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετʼ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν[*](μεταθήσειν X: μετάθεσιν) τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν· ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν[*](πάλιν *: δὲ πάλιν) τὴν ποίησιν[*](ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν * cf. p. 346 f)· ὅθεν εἶπεν[*](ὅθεν εἶπεν] ὅθεν οὔτε εἰπεῖν ἔστι W. Malim ὅθεν εἰπεῖν οὐκ ἔστιν ib. em. W: γραφικὴν εἶναι ποιητικῆς οὔτε ποιητικὴν γραφῆς) οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. ὀρχηστικῇ[*](ὀρχηστικὴ δὲ καὶ ποιητικὴ mei) δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ[*](τὸ] τῶν iidem. τὸ τῶν?) ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δʼ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἑοικέναι τὰ δʼ ὀρχήματα[*](τοῖς χρώμασιν ἐοικέναι τὰ δʼ ὀρχηματα Doehnerus nisi quod ego pro ταῖς χρώσεσιν scripsi τοῖς χρώμασιν) ταῖς γραμμαῖς, ὑφʼ ὧν ὁρίζεται[*](ὀργίζεται mei) τὰ εἴδη. δηλοῖ δʼ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν[*](δόξας ἐν M: δόξειεν) ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ
  1. ἀπέλαστον[*](πελασγὸν Meinekius) ἵππον ἢ κύνα[*](cf. Bergk. 3 p. 400)
  2. Ἀμυκλαίαν ἀγωνίῳ[*](ἀγωνίῳ W: ἀγωνιῶν)
  3. ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων·
ἢ τό
  1. οἷος[*](οἷος] add. δὲ κύων Bergkius) ἀνὰ Δώτιον[*](ἀναδώτιον mei) ἀνθεμόεν πεδίον[*](ib. W: ἀνθεμόεντα παιδίον)
  2. [*](Bergk. ib.)
  3. πέταται θάνατον κεροέσσᾳ[*](idem: κεράσασα) τε
  4. εὑρέμεν ματεύων[*](ματεύων Schneidewinus: μανύων libri. κύων W. εὐρέμεναι κύων Hermannus) ἐλάφῳ
  5. τὰν δʼ ἐπʼ αὐχένι[*](τὰν δʼ ἕλʼ αὐχένι Schneidewinus; malim τὰν δʼ ἕλʼ ἐπʼ αὐχένι) στρέφοισαν[*](ib. em. W: στρέφοιαν) ἕτερον[*](ἕτερον] σφέτερον Schneidewinus. ὅταν λέγῃ · Ῥῶσαι νῦν Blassius) κάρα πάντʼ ἐπʼ οἶμον[*](ib. em. idem: πάντα ἕτοιμον)
καὶ τὰ[*](τὰ] τὰς mei) ἑξῆς μονονοὺ λειόθεν[*](λειόθεν] leg. vid. λέγει (=λε) ποθεῖν) τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δʼ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν[*](ὅταν] ὅτʼ ἂν mei) δὲ γηρῶσαι νῦν
  1. ἐλαφρὸν[*](ὄπα δὲ γαρῦσαι σύν τʼ ἐλαφρὸν Schneidewinus. ὅταν λέγῃ· Ῥῶσαι νῦν Blassius) ὄρχημʼ ἀοιδᾷ[*](em. Bergkius: ὄρχημα οἶδα) ποδῶν μιγνύμεν[*](ib. μίγνυμεν codd.),
  2. Κρῆτα μιν[*](em. Casaubonus: κρῆτα μὲν) καλέοισι[*](ib. em. Schneidewinus: καλέουσι cf. Athen. p. 181b) τρόπον.
ἀλλʼ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος[*](Ἰβυκος] Bergk. 3 p. 245) ἐποίησε
  1. δέδοικα μή τι πὰρ[*](πὰρ Duebnerus: παρὰ) θεοῖς[*](θεοὶς Bergkius ut accusativus sit)
  2. ἀμπλακὼν[*](ἀμβλακὼν idem ex Plat. Phaedr. p. 242c. ἀπλάκων mei) τιμὰν πρὸς ἀνθρώπων ἀμείψω.
καὶ γὰρ αὕτη καὶ[*](αὕτη καὶ] καὶ αὕτη W. αὕτη Emperius) πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δʼ οὐρανίας ἐκπεσοῦσʼ ἐκείνης τῶν μὲν ἐμπλήκτων[*](ἐμπλήκτων *: ἐκπληκτικῶν cf. p. 139a. 256f) καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν[*](δεῖν *: τινὰ) ἅπασαν[*](ib. ἅπασαν W: πᾶσι), τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις[*](θείοις] ἀστείοις Grafius) ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε.

ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρʼ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων[*](φιλολογοθέτων mei).