Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ[*](ἔστʼ οἶμαι δʼ οὐδὲ ἔσομαι δὲ cf. p. 620f) δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος[*](νόμος] μόνος mei; scr. vid. ὁ νόμος) ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς[*](αὐτῆς καὶ W), ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν[*](μὲν] del. W.) ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς[*](μεταβουλῆς mei). αἵ γε μὲν δὴ[*](αἵ γε μὲν δὴ] ἄγομεν δὲ mei)

Ὁμήρου[*](Ὁμήρου] μ 39 sq.) Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο[*](ᾐνίττετο] ἠνιᾶτο mei) τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν[*](em. Leonicus: ἐμποιοῦσα κατέχει καὶ κατᾴδει) θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν[*](τὰ δʼ ὧτα τῶν W) μὲν πλείστων[*](μὲν πλείστων idem: μὲν πλεῖστον) περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν[*](καὶ πάθεσιν] τοῖς πάθεσιν Grafius), οὐ κηρίνοις[*](κηρίνοις W: κηρινοῖς)· ἣ[*](ἣ Basileensis: οἱ aut ἡ) δὲ διʼ[*](διʼ] om. mei) εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν[*](καὶ τῶν] malim τῶν ut apodosis incipiat) ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε[*](τε] δὲ M) μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν[*](Basileensis: ὀνομάζεις aut ὀνομάζει)εἰρούσας[*](εἰρούσας *: ἐρεούσας cf. p. 1029 b: αὖται (sc. Sirenes) δʼ ἀνιέμεναι τὰ θεῖα εἴρουσι) τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι
Φόρκου κόρας, θροοῦντε[*](θροοῦντε Lobeckius: αἰθροῦντος) τοὺς Ἅιδου νόμους[*](Nauck. p. 313)Μοῦσαι δʼ εἰσὶν[*](εἰσὶν] ἔπεισιν Grafius coll. Plat. Rep. p. 617b) ὀκτὼ καὶ[*](καὶ] αἲ Doehnerus) συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν[*](ἁρμονίαι mei)· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν[*](M: καθιστᾶσα cf. p. 1029c).
  1. ὅσσα[*](ὅσσα idem: ὅσα) δὲ μὴ πεφίληκε
  2. [*](Pind. Pyth. 1, 25)
  3. Ζεύς, ἀτύζονται βοὰν[*](βοᾶν mei)
  4. Πιερίδων ἀίοντα[*](ἀϊδοντα mei)
κατὰ Πίνδαρον.

τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους[*](Ξενοφάνους] Mullach. 1 p. 103 vs. 15) ὥσπερ εἰώθει

ταῦτα δεδοξάσθαι[*](δεδόξασται Karstenius) μὲν ἐοικότα τοῖς ἐτύμοισι
καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν
θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις· καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν·, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον[*](αἰτίαν Turnebus. ἀίδιον M) φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δʼ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας[*](ἐπανορθούμενος mei). ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ[*](σπουδὴ - παιδιὰ M. malim σπουδῆς - παιδιᾶς) μέρος ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια[*](Θαλία mei hic et infra), τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν· αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφʼ ἡδονὴν καὶ παιδιὰν ὑπʼ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλʼ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο[*](scr. vid. δυεῖν) πράξεων ἀπολείποντος[*](ἀπολείποντας mei) ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε[*](ὅτε] οὔτε mei) καλοῦντος, ἑτέρας δʼ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς[*](W: διαφορὰν) ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας
δεομένην. αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφʼ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος[*](Ἡσίοδος] Theog. 80)· τὸ φιλότιμον δʼ ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς· διὸ καὶ Σικυώνιοι[*](Σικυώνιος mei) τῶν τριῶν Μουσῶν[*](Μουσῶν Basileensis: ουσῶν) μίαν Πολυμάθειαν καλοῦσιν. Εὐτέρπῃ[*](εὐτερπῆ mei) δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δʼ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου[*](Leonicus: ἀνθρώπου) καὶ θηριώδους· διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας[*](W: συνιόντες aut συνιόντας) ἀλλήλοις ἐν οἴνῳ θαλιάζειν λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς[*](Kaltwasserus: σπονδαῖς) ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς[*](πειθοῦς W: πειθοῦς ὡς) λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ[*](Duebnerus: ἐξαίρει) καὶ κατασβέννυσι τὸ μανικὸν[*](ib. W: μαλακὸν) τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδʼ[*](οὐδʼ] οἱ δὲ aut οἱ δὲ mei) ἀκολασίαν τελευτώσης. οἵδε[*](οἴδε] τελευταῖον τὸ διʼ ὤτων W. τὸ δὲ διʼ ὤτων Emperius. Fort. εἰ δὲ [καὶ τὴν διʼ ὤτων εἰδέναι βούλει] καὶ ὀφθαλμῶν cett.) καὶ ὀφθαλμῶν ἡδονήν[*](ἡδονῆς W), εἶδος εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν·
ὥστε τὴν μὲν[*](τὴν μὲν] τὸ μὲν?) εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν.