Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ ἀκούετʼ[*](ἀούειν mei) ἔφη ὑμεῖς

οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, σὺν τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φασιν[*](φασιν] φησιν sc. Ἡσίοδος Madvigius. cf. Theog. 80: ἡ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ), οὐκ ἀναλύουσι[*](ἀναλυουσι] ἀναλογοῦσι mei) δήπου συλλογισμοὺς οὐδʼ ἐρωτῶσι μεταλλάττοντας[*](μεταλλάττοντας W: μεγάλα εἰπόντας), ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δʼ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· κλέα γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικὸν ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας[*](πάσας] πλάσας mei)·, ὥσπερ ἐν λείῳ[*](ἐν λείῳ] ἓν τέλειον Doehnerus. Mihi in mentem venit ἐν Δίῳ, aliis alia, sed nihil certum), τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαὶ τι καὶ τῆς Εὐτέρπης[*](τῆς Εὐτέρπης] τῆς τερπῆς (aut τῇ lac. 3 τερπὴς Vd) mei)· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη[*](αὕτη Grafius) τὸ[*](τὸ Turnebus: τὶ vel τι) περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. ὁμιλητικὸς[*](ὁμιλητικὸς] ὁμιλητὴν· καὶ mei) γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ ἕξεις ἔχουσι[*](αἱ γὰρ λέξεις ἔχουσι (malim ἔχουσί τι) καὶ συμβουλίας καὶ συνηγορίας W) καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν, ἐν τούτοις οὐ[*](οὐ] ὧν mei) φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν ἂν δʼ ἀπείρως καὶ ἀτεχνῶς, ἀστοχοῦντες· τὸ γάρ
  1. ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν[*](Hom. κ 38)
  2. ἀνθρώποις
---[*](lac. indicavit W quam ipse supplet verbis οὐ βασιλεῦσι ῥήτορσι; malim: οὐδενὶ τῶν ἄλλων (aut οὐ βασιλεῦσι) δημηγόρΟΙΣ (aut πολιτιΚΟΙΣ)) δὲ μᾶλλον, ὡς τὸ περὶ[*](τὸ περὶ] τῷ ἀέρι mei) τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ[*](καὶ πειθὼ W) καὶ χάριν οἶμαι προσήκειν.

καὶ ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ πλείῃ[*](καὶ πλείῃ *: καὶ πειε aut καὶ παίειν cf. Hom. λ 359) χειρὶ τῶν Μουσῶν ἐπιδραττομένῳ· κοινὰ[*](κοινὰ κἑ] vid. p. 644c) γὰρ τὰ φίλων. καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν ἀφθόνως· οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες

εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα[*](ib. ἀννύμεθα mei) χθονός
[*](Bergk. 3 p. 388 vs. 17) ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. ὅτι δʼ ἐννέα[*](ὅτι δʼ ἐννέα] 'continuavi cum prioribus. Vulgo bis verbis initium fit Problem XIV' W) καὶ οὐκ ἐλάττους οὐδὲ πλείους, ἆρʼ ἂν[*](ἆρʼ ἂν *: ἄρα) ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα.τί δὲ τοῦτο σοφόν; εἶπεν ὁ Ἡρώδης· πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ὁ[*](ὁ M) τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους λαμβάνων περισσούς. καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας ἀνδρικῶς[*](post ἀνδρικῶς add. vid. ἔφη) ταυτὶ διεμνημόνευσας· καὶ πρόσθες αὐτοῖς ἔτι
τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων κύβων[*](κύβων] addidi post πρώτων) συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθʼ ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς; προσῆκεν, ὅτι Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν. γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης, προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος.

εἶπεν οὖν ὁ ἀδελφός, ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας· καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δʼ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον οὐδʼ οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη· καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶ[*](ἑνὶ Leonicus: ἐν) μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ , τῷ γʼ ἁρμονικῷ[*](Turnebus: τῷ γὰρ μονικῷ), προστιθέντες. ἁπάσας δʼ ὡς ἐγὼ νομίζω τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃς[*](ἃς Basileensis: τὰς) Μούσας ὠνόμαζον. ὓστερον δὲ καὶ καθʼ

Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεων[*](ἐκκαμπτομένων τῶν δυναμένων mei), διαιροῦντες εἰς καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων ὦν[*](ὧν W) ἐν μὲν τῷ[*](τῷ] τὸ τῶ (vel τῶι) mei) μαθηματικῷ τὸ περὶ μουσικήν ἐστι καὶ τὸ[*](τὸ prius Basileensis: τὰ) περὶ ἀριθμητικὴν[*](ἀριθμητικην] γραμματικὴν mei, nisi quod γρ in rasura scr. m. pr. Vd) καὶ τὸ περὶ[*](περὶ] πέρας mei) γεωμετρίαν, ἐν τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσι, δεύτερον τὸ συμβουλευτικόν, ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μηδʼ ἄμουσον εἶναι ἄμοιρον κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες, εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλʼ οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας· οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται σύντρεις εἰς[*](εἰς Duebnerus) τῶν τριῶν γενῶν ἕκαστον· εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ οἶμαι τοὺς ποιηματικοὺς[*](malim τοὺς ποιητικοὺς) καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς παραλείπουσι[*](παραλειπούσας mei)· τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συννεμομένην.

ὡς δὲ ταῦτʼ ἐρρήθη[*](*: ἐρρέθη), τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος τῇ δʼ, ἡμετέρᾳ[*](ἡμετέρᾳ] ἑτέραν aut ἑτέρᾳ mei) τέχνῃ τί παθὼν τὸ

Μουσεῖον ἀποκέκλεικας; ὑπολαβὼν Διονύσιος ὁ Μελιτεὺς πολλούς ἔφη συμπαρακαλεῖς[*](M: συμπαρακαλεῖ) ἐπὶ τὴν κατηγορίαν· καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα,· φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες. ἀλλʼ οὐ δίκαια ἔφην ἐγὼ ποιεῖτε· καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος
  1. δενδρέων νομὸν[*](νομὸν Duebnerus: νόμον cf. Bergk. 1 p. 433) πολυγαθὴς αὐξάνων,
  2. ἁγνὸν φέγγος ὀπώρας
ὡς Πίνδαρός φησι· καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν[*](μηδέν] malim δὲ μηδέν). πάντες γάρ ἄνθρωποι θεῶν χατέουσι[*](χατέουσι] κατέχουσι mei cf. Hom. γ 48) καθʼ Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλʼ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γάρ οὐ φθόγγων[*](φθογγῶν mei) οὐδὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρʼ αὐτοῖς· ἀλλά, τοῦ κόσμου τριχῇ πάντα νενεμημένου, πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης ὑπάτην τῆς δʼ ἐσχάτης Νεάτην, Μέσην δὲ τὴν μεταξὺ συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστὸν[*](ἀνυστόν] ἂν ὕστερος mei) ἐστι, τὰ θνητὰ τοῖς θεοῖς καὶ τὰ περίγεια τοῖς
οὐρανίοις· ὡς καὶ Πλάτων[*](Πλάτων] Rep. p. 617b) ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασι τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼ[*](τὴν δὲ Κλωθὼ] inserui post Ἀτροπον) τὴν δὲ Λάχεσιν προσαγορεύσας· ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν[*](X: ἐπέστησαν).

ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπως[*](Cobetus: ἄλλως γέ πως) μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις[*](θείαις *: θείοις) περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δʼ ἡ Πειθώ, καὶ

Μούσαις[*](fort. κἀν Μούσαις) φιλοδαμοῦσα[*](ἐμφιλοδαμοῦσα W. ἐμφιληδονοῦσα Mullach. 1 p. 62 ut Plutarchi vocabulum sit)
πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach 1 vs. 299) Χάριτος
  1. στυγέει δύστλητον ἀνάγκην.

πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ[*](ἔστʼ οἶμαι δʼ οὐδὲ ἔσομαι δὲ cf. p. 620f) δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος[*](νόμος] μόνος mei; scr. vid. ὁ νόμος) ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς[*](αὐτῆς καὶ W), ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν[*](μὲν] del. W.) ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς[*](μεταβουλῆς mei). αἵ γε μὲν δὴ[*](αἵ γε μὲν δὴ] ἄγομεν δὲ mei)

Ὁμήρου[*](Ὁμήρου] μ 39 sq.) Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο[*](ᾐνίττετο] ἠνιᾶτο mei) τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν[*](em. Leonicus: ἐμποιοῦσα κατέχει καὶ κατᾴδει) θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν[*](τὰ δʼ ὧτα τῶν W) μὲν πλείστων[*](μὲν πλείστων idem: μὲν πλεῖστον) περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν[*](καὶ πάθεσιν] τοῖς πάθεσιν Grafius), οὐ κηρίνοις[*](κηρίνοις W: κηρινοῖς)· ἣ[*](ἣ Basileensis: οἱ aut ἡ) δὲ διʼ[*](διʼ] om. mei) εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν[*](καὶ τῶν] malim τῶν ut apodosis incipiat) ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε[*](τε] δὲ M) μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν[*](Basileensis: ὀνομάζεις aut ὀνομάζει)εἰρούσας[*](εἰρούσας *: ἐρεούσας cf. p. 1029 b: αὖται (sc. Sirenes) δʼ ἀνιέμεναι τὰ θεῖα εἴρουσι) τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι
Φόρκου κόρας, θροοῦντε[*](θροοῦντε Lobeckius: αἰθροῦντος) τοὺς Ἅιδου νόμους[*](Nauck. p. 313)Μοῦσαι δʼ εἰσὶν[*](εἰσὶν] ἔπεισιν Grafius coll. Plat. Rep. p. 617b) ὀκτὼ καὶ[*](καὶ] αἲ Doehnerus) συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν[*](ἁρμονίαι mei)· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν[*](M: καθιστᾶσα cf. p. 1029c).
  1. ὅσσα[*](ὅσσα idem: ὅσα) δὲ μὴ πεφίληκε
  2. [*](Pind. Pyth. 1, 25)
  3. Ζεύς, ἀτύζονται βοὰν[*](βοᾶν mei)
  4. Πιερίδων ἀίοντα[*](ἀϊδοντα mei)
κατὰ Πίνδαρον.

τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους[*](Ξενοφάνους] Mullach. 1 p. 103 vs. 15) ὥσπερ εἰώθει

ταῦτα δεδοξάσθαι[*](δεδόξασται Karstenius) μὲν ἐοικότα τοῖς ἐτύμοισι
καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν
θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις· καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν·, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον[*](αἰτίαν Turnebus. ἀίδιον M) φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δʼ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας[*](ἐπανορθούμενος mei). ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ[*](σπουδὴ - παιδιὰ M. malim σπουδῆς - παιδιᾶς) μέρος ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια[*](Θαλία mei hic et infra), τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν· αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφʼ ἡδονὴν καὶ παιδιὰν ὑπʼ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλʼ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο[*](scr. vid. δυεῖν) πράξεων ἀπολείποντος[*](ἀπολείποντας mei) ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε[*](ὅτε] οὔτε mei) καλοῦντος, ἑτέρας δʼ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς[*](W: διαφορὰν) ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας
δεομένην. αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφʼ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος[*](Ἡσίοδος] Theog. 80)· τὸ φιλότιμον δʼ ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς· διὸ καὶ Σικυώνιοι[*](Σικυώνιος mei) τῶν τριῶν Μουσῶν[*](Μουσῶν Basileensis: ουσῶν) μίαν Πολυμάθειαν καλοῦσιν. Εὐτέρπῃ[*](εὐτερπῆ mei) δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δʼ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου[*](Leonicus: ἀνθρώπου) καὶ θηριώδους· διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας[*](W: συνιόντες aut συνιόντας) ἀλλήλοις ἐν οἴνῳ θαλιάζειν λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς[*](Kaltwasserus: σπονδαῖς) ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς[*](πειθοῦς W: πειθοῦς ὡς) λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ[*](Duebnerus: ἐξαίρει) καὶ κατασβέννυσι τὸ μανικὸν[*](ib. W: μαλακὸν) τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδʼ[*](οὐδʼ] οἱ δὲ aut οἱ δὲ mei) ἀκολασίαν τελευτώσης. οἵδε[*](οἴδε] τελευταῖον τὸ διʼ ὤτων W. τὸ δὲ διʼ ὤτων Emperius. Fort. εἰ δὲ [καὶ τὴν διʼ ὤτων εἰδέναι βούλει] καὶ ὀφθαλμῶν cett.) καὶ ὀφθαλμῶν ἡδονήν[*](ἡδονῆς W), εἶδος εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν·
ὥστε τὴν μὲν[*](τὴν μὲν] τὸ μὲν?) εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν.