Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
τῆς Εὐβοίας ὁ Αἰδηψός[*](*: γάληψος), οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς[*](αὐτοφυῶς Madvigius probabiliter) πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον.,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον[*](ἡβητήριον X recte ut vid.) ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δʼ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι[*](malim αὐτόσε) καὶ συνουσίας ποιοῦνται μετʼ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἣδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δʼ[*](δὲ] om. mei) ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν
κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δʼ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ[*](πέριξ] περὶ mei. παρʼ ὑμῖν em. X) ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι;βούλομαί γε νὴ Δίʼ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος[*](μόνος Athenaeus p. 276 e: μόνον) ἢ μάλιστὰ γʼ[*](γε] τε mei) ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους[*](φιλόψους] ὁλοψύχους mei) λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας[*](τοῖς βοείοις κρέασι Nauckius (p. 652) ex Athenaeo), ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκʼ ἐπήσθιεν[*](ἐπήσθιεν X ex eodem: ἔχων ἤσθιεν) οὐδὲ τὸν φιλόσυκον[*](φιλόσυκον] φιλόσοφον mei) οἷος ἦν Πλάτων, οὐ[*](οὐ] οὐδʼ αὖ τὸν an ἢ?)
φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας[*](ἀναδιδόντας] ἀλύοντας Cobetus. Cf. Hesychii: ἄνδινος περίπατος et ἀναδινίω πειπατῶ Eius loco ἀναστρεφομένους habet Athenaeus. Sed cf. neograecum ξεφυτρώνω) ἑκάστοτε καὶ τοῦ κώδωνος[*](κώδωνος] κύνωνος mei) ὀξέως ἀκούοντας. καὶ ὁ Δημοσθένης[*](Δημοσθένης] 19, 230) τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν,ἐπʼ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσαςπρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν[*](cf. Kock. 3.p. 495) τί ποτε βούλεται; τί δʼ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρʼ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ[*](οὐ διὰ] οὐ μὰ Δίʼ διὰ? ib. τί γάρ, εἰ ἐπʼ?) τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπʼ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;ʼ ἀλλʼ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλʼ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει[*](*: ἀνδροκύῃ), ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα διʼ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δʼ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γʼ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν[*](ἂν γράφειν R. Potius ἂν ἀναγράφειν) γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δʼ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει[*](*: ἑψε͂ι); ταῦτʼ εἶπεν ὁ Πολυκράτης ἔγωγε[*](ἔγωγε M: ἐγὼ δὲ) συμβάλλομαι καὶ ὑμῖν[*](ib. κεὶ ὑμῖν Madvigius) καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.
ἐγὼ δʼ ὁ Σύμμαχος ἔφη τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται[*](ἀποφαίνονται X: ἀποφαι 4 Vd 8 E) τῷ ἀπούσης[*](τῷ ἀπούσης X: τῶ πάσης) ἐλπίδος οὐδʼ[*](οὐδʼ R: οὐχ)
ἡδυνούσης οὐκ ἀνεκτὸν[*](οὐκ ἀνεκτὸν R: 4-5 Vd 8 E νεκτον) εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος[*](παρόντος] παντὸς mei) ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστος[*](em. Turnebus: δυσπρο 1-2 Vd nulla lac. E). τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει· διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον[*](ἥδιστον R: ἥδιον cf. Poll. 6, 71. Hesych. Photius s. v. ἡδυντῆρες) ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδʼ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτός[*](τοῦ φωτός Benselerus: 6 Vd 9 E), οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς[*](τοῦ ἁλὸς idem: 3-4 Vd 7 E) δέονται πρὸς τὸ κινῆσαι[*](κινῆσαι Turnebus: 4 Vd 7 E) τὴν αἴσθησιν εἰ δὲ μή[*](εἰ δὲ μή] ἐμὴ mei), βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθʼ Ἡράκλειτον[*](Ἡράκλειτον] Bywater. p. 35), κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα[*](*: τὰ ἄλλα) ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπʼ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος· ἐὰν δʼ ἀπʼ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν[*](τὸ ποτὸν?) ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ Ὁμηρικὸν[*](Ὁμηρικὸν] Λ 630) ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δʼ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων διʼ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δʼ ὕδωρ προσφιλὲς παρέχεσθαι[*](παρέχεσθαι ἄλκιμον] fort. παρέχει καὶ ἄλυπον cf. p. 141 b ἄλυπα καὶ προσφιλῆ παρέχειν. Alia exempla vid. in Symbolis) ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδʼ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει[*](πέψει Turnebus: ὄψει), εὔχαριν μὲν χάριν[*](χάριν *: γὰρ cf. p. 685a) ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν[*](ἀλῶν Turnebus: ἄλλων) προσφερομένων. καὶ μὴν τὰ γʼ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δʼ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δʼ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν.ὀρθῶς ἔφη λέγεις ὁ Λαμπρίας, ἀλλʼ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης· πρὸς μὲν γὰρ[*](γὰρ *: γε) ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε[*](γε] τε R) τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν[*](ἔστιν· ᾗ καὶ W: ἐστὶ νίκαι)· καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις. τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτʼ ὄψις οὔτε φωνή τις οὔθʼ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς[*](τῆς προσφορᾶς Anonymus: τῆς προς 2-3 Vd P ας), οὐδὲν γὰρ ἄν τις ἔχοι[*](ἄν τις ἔχοι S: αὐτοῖς ἔχοι) χρήσασθαι ζῶσιν[*](ζῶσιν ἃ *: ζῶον ὃ), ἃ μηδʼ ὅλως ζῇ παρʼ ἡμῖν· οὐδὲ δεῖ τινος ἐπʼ αὐτὰ στοργῆς, ἀλλʼ ὥσπερ Ἅιδης[*](em. Turnebus: ἀϊδης) αὐτοῖς ἐστιν οὗτος ὁ παρʼ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.
ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν;ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρʼ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.