Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα[*](em. Turnebus: ὑπεζωσμένους τὸ νόμισμα idem: τονο 3-4 Vd 7-8 E μα) πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ[*](δὲ] δὴ Herwerdenus. Abesse malim ut προσελθόντα (fort. add. τινὰ) ab οἶδα pendeat) παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ[*](τὰ W) καθʼ ἑαυτὸν δρᾶν[*](δρᾶν Doehnerus: ὁρᾶν) καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων[*](κυλιχνίων Basileensis: λυχνίων) ἀργυρῶν ξυλίνοις ἐγκειμένων[*](eadem: ἐγκειμένοις) ἐλύτροις τὸν μὲν[*](ib. τὸ μὲν mei) ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ
οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσανὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω[*](em. R: παρατετάχθω)· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν[*](παρακαλῶμεν] add. ἐπιμετρεῖν R), ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους[*](Ἀνδροκύδους] cf. Athen. p. 341 a). ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα[*](Anonymus: ἐνεργέστερα) καὶ κάλλιστα[*](καὶ μάλιστα mei) τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ[*](τέχνῃ] τῇ τέχνῃ R) κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει[*](em. Ex. Turnebi: φησί) τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσαντας[*](φιλοσοφήσαντας] φιλοσοφῆσαι τὰ W) περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ---[*](lac. 3 Vd 4 P) ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν ---[*](lac. 2-3 solus Vd. Fort. supplendum ὡς ὁρᾷς: ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπαθείας καὶ τὴν αἰτίαν (sc. τῆς εὐπαθείας) ἐᾶν πρόδηλόν πως εἶναι πειθούσης) προδήλῳ τῷ εἶναι πειθούσης.
ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν[*](fort. ἐμοῦ δὲ παρακελευομένοις λέγοντος ἄκαιρον cett.) εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας[*](ἐμβάλλοντα mei) παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν[*](πάρεισι iidem) συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον· ὅμως δʼ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν[*](περὶ τὴν] τὴν M: περιττὴν R) κίνησιν ὀξύτητος; ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν ὥς φησι Δημόκριτος[*](Δημόκριτος] Mullach. 1 p. 359)---[*](lac. 5 Vd 8 E) παρʼ αἰθρίης στέγειν ---[*](lac. 4-5 Vd 6 E. Supplet ὃ μὴ τὸ παρʼ αἰθ στέγει σέλας W. Malim οἶον μὴ τὸ π. αἰ. στέγειν λαμπρὸν (vel simile quid) σέλας) σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος[*](σίδηρος Turnebus: 5-7 Vd 7 E), χαλκός, ἄργυρος, χρυσός[*](χρυσὸς] idem: 5 Vd 6 E), ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν[*](ἀντερείδειν Basileensis: 2-3 Vd. 7 E τερείδειν) τῶν δʼ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων[*](em. X: καθαριματίων) καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ
ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφʼ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν[*](καὶ μανὸν] malim μανὸν ὂν) καὶ ἀνώμαλον[*](ἀνώμαλον] ἀμαλὸν vel ἁπαλόν ἐστι R. Potius ἀνειμένον, nam adiectivum requiritur cui oppositum sit συνεχὲς) καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, διʼ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις[*](em. Turnebus: διισταμένοις Malim διαπταμένοις). τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δʼ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. πρόσλαβε[*](προσέλαβε mei) δὲ τούτοις ἔφην οὔτι μικρὰν[*](οὔτι μικρὰν *: ἔτι μικρὰν cf. οὔτι μικρῷ p. 784 d) ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφʼ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν[*](malim θανεῖν) ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλʼ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματοςπολλοὺς γάρ ὡς ὁ Εὐριπίδης φησὶ βροντῆς πνεῦμʼ[*](πνεῦμʼ] τραῦμʼ Theo Expos. rerum math p. 48, 3. πλῆγμʼ F. G. Schmidtius. Malim πῦρ quod cum πμʼ facile confundi potuit cf. Nauck. p. 677) ἄναιμον ὤλεσεκαὶ γὰρ[*](γάρ] δὲ Theo) ἄλλως[*](ἄλλους mei) τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δʼ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν.
ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος
Σενεκίων· καὶ πολλῶν ---[*](lac. 3 Vd 4 P. Fort. transponendo supplendum: ἄλλων τε πολλῶν λόγων) ἄλλων τε τῇ τόθʼ ἑορτῇ μάλα πρεπόντων παρέσχεν[*](παρέσχεν S: 3-4 Vd 9 E. λόγων παρεσ́χεν Duebnerus) ἀφορμὰς καὶ περὶ τῆς αἰτίας[*](τῆς αἰτίας S: τη 5 Vd 8 E ας), διʼ ἣν πλεῖστοι τῶν ἄλλων[*](ἄλλων] fort. ἀνθρώπων cum R i. e. ἀνων) ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς[*](αὐτῆς] ταύτης aut εἶς τις R) τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος[*](Ἑκαταῖος] Mueller. 2 p. 396 em. X: ἀβαρρήτης) ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς[*](corr. R: παρασκευῇ) γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν[*](ἐπισυνάπτουσιν] fort. ἐπισυνάπτ[οντας ἐπισκώπτ]ουσιν vid. Symbolae)· ὡς ὁ Μένανδρος[*](Μένανδρος] cf. Kock. 3 p. 230) πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ---[*](prior lac. 3-4 Vd 4-5 E P posterios 3-5 Vd 3 P) ωπον δεινῶς --- οὐ πρᾶγμα νύμφης λέγεις.ἀλλʼ ὅπως[*](ὅπως] ὅμως mei) μή, τὸ ῥᾷστον[*](τὸ ῥᾷστον R: 4-5 Vd 9 E), ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι[*](ἀποφαίνομαι R: ἀποφαῖνον) πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως
ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας[*](θύοντες mei) θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος[*](Ὁμηρος] Σ 495) καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς[*](αὑτοῖς *: αὐτοῖς) παραλαμβάνουσιν.ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο[*](κἀκεῖνο] add. δὲ R) πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνιόντων δυεῖν[*](δυσίν mei), ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι[*](ἔτι Turnebus: ἐπεὶ) πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ[*](δὲ Anonymus: δὴ) γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.