De Sera Numinis Vindicta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἀλλὰ ταῦτα μέν ἔφην ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δʼ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων[*](Πλάτων] de Legg. p. 728 c) ἀκόλουθον εἶναι τιμωρίαν ἀδικίας πάθην ἀλλʼ ἡλικιῶτιν ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην· ἡ γὰρ κακή φησὶ

βουλὴ τῷ βουλεύσαντι κακίστη·
καὶ
ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει.[*](ὅς - τεύχει] οἷ τʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων Hesiodus)
[*](3 Hes. OD 265, 266) ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλʼ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ δὲ κακία τῶν κολαστηρίων ἐφʼ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους[*](οικ̓́τους] οἰκτροῦ καὶ S) σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλʼ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ - τῆς ἀνθινῆς ἐκείνης καὶ πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες· ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ τιμωρίας καὶ συντέλειαν. ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος,
ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν[*](ᾗ φησιν?) ὁ Πλάτων[*](Πλάτων] Protag. p. 316 e. Rep. p. 406 a) μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, οὐ μετὰ πλείονα χρόνον ἀλλʼ ἐν πλείονι χρόνῳ τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλʼ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς διὰ μέσου καὶ πραγματείας καὶ δόσεις[*](δόσεις] διαδόσεις R) καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου.

καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν,

παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον[*](ἀποτῖνον] scribendum vid. παρατεῖνον; ἀπὸ cum παρὰ saepe confunditur)
θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ.
[*](Nauck. p. 914) ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα
  1. τᾷ δὲ[*](τᾷ δὲ R: τάδε ) δράκων ἐδόκησεν[*](ἐδόκησεν Bergkius: ἐδόκησε ) μολεῖν κάρα βεβροτωμένος ἄκρον,
  2. [*](Bergk. 3 p. 222)
  3. ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.
καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι[*](ὅ τι X: ὅτι ) δόξαν ἔσχεν αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν ἐγώ σοι τούτων αἰτία· καὶ πάλιν τὰς θυγατέρας
διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν[*](προσβάλλουσαν Stegmannus) αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα.[*](διανεμόντων R) Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει[*](ἐφʼ ὕβρει idem) μεταπεμψάμενος ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ
βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις
[*](cf. Vit. Cim. c. 6) οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δʼ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δʼ εὐθὺς ἐτελεύτησεν.