De Sera Numinis Vindicta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν[*](ὑπάρχειν Ruhnkenius: παρέχειν ) κακόν, ἀλλʼ ἐξελεγχομένης που
τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης. καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ[*](ὥσπερ] ὡς γὰρ) ρ. μαλιμ ἅπερ γὰρ, σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένηςταῦθʼ ἑκάστου τῶν πονηρῶν εἰκὸς[*](εἰκὸς] omissum a codd. meis ante ἑκάστου transposuerim) τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδʼ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλʼ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος[*](περιμάχητος] περιμανὴς vel ἀπαραμύθητος Emperius) καὶ φθόνος ἄκρατος ἐνοικίζεται μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν ὑπʼ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν[*](καὶ κροτούμενοι - φιλαργυρίαν] del. Stegmannus) οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς οὐδʼ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον.
- φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους
[*](Nauck. p. 482)- Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων
- δράσασα μηδέν;
ἀλλὰ σκοπεῖτε τὸν λόγον ἔφην μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι καὶ ὁ Τίμων τυχόν ἔφη πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 676) ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς,
τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνουςτρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν. οἷον ἐνταῦθα δήπουθεν λέγεται[*](λέγεται δήπουθεν Benselerus; malim λέγουσιν ) ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε[*](θύσῃ τε *: τε θύσηται ) τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματʼ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπʼ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν[*](μηνῖσαν R: μηνῖσαι ) τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρʼ αὐτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἰάδμων[*](Ἰάδμων (cf. Arist. Fr. 487) constanter Herodotus: ἰδμων ) ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. καὶ τὸν Ἀλέξανδρον οὐδʼ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, ἐπαινοῦσι, τὸ Βραγχιδῶν[*](βραγχίδων vel βραχίδων codd. mei) ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δʼ ὁ Συρακοσίων τύραννος, καὶ σὺν[*](καὶ σὺν] malim σὺν) γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, ὅτι νὴ Δίʼ εἶπεν οἱ πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα. καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, ὁ δʼ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν ἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφʼ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς παρθένους,
διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον ἴσχει καὶ δίκαιον; οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, ὥσπερ λέγουσιν. ἔτι δʼ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότʼ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπʼ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτʼ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδʼ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ ἔνιοι τῶν ποταμῶν, εἶθʼ ὕστερον ἐπʼ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν;